- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:66.23-66.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者指出,真正自立之人对大众的诽谤与闲言嗤之以鼻,迎合变幻莫测的公众评判不仅绝无可能,追逐虚名之人更会如钱币般被磨损殆尽,并遭复仇女神般的声名戏弄折磨。
οὐ μὴν ὅ γ’ ἀφεὶς ἐλεύθερον ἑαυτὸν ἐπιστρέφεται τῆς τῶν πολλῶν φλυαρίας, ἀλλὰ τῆς μὲν ἐκείνων ἀδολεσχίας καταγελᾷ, πάλαι δὴ πρὸς ἅπαντας εἰρηκώς, οὐκ ἀλέγω, ὡσεί με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. τὸν Ἡρακλέα τὸν τοῦ Διὸς πόσους οἴει βλασφημεῖν,1 τοὺς μὲν ὡς κλῶπα, τοὺς δὲ ὡς βίαιον, τοὺς δὲ καὶ μοιχὸν λέγειν ἢ τεκνοκτόνον; ἀλλ’ ὅμως οὐδὲν αὐτῷ τούτων ἔμελεν οὐδὲ ἦν ἴσως τις ὁ ταῦτα φανερῶς λέγων, ἐπεὶ παραχρῆμα ἄν ὑπέσχε τὴν δίκην.
然而,使自己获得自由的人绝不理会大众的无聊闲言,反而嘲笑他们的饶舌,早已对所有人宣告说:“我毫不在意,就如同一个妇人或无知的顽童击中了我一样;因为怯懦无能之辈的投枪本就是钝拙无力的。”你想想看,有多少人曾诋毁宙斯之子赫拉克勒斯,有的称他为窃贼,有的称他为强暴之徒,还有的称他为通奸者或杀子凶手?然而他对这些流言毫不在意,或许也没有人敢公开说这些话,因为那样做会立刻招致严惩。
εἰ μὴ τῶν ἄλλων καταφρονῆσαι πείσεις σαυτόν, οὐδέποτε παύσῃ κακοδαιμονῶν, ἀλλ’ ἀεὶ βίον ἄθλιον ζήσεις καὶ χαλεπόν, πᾶσιν ὑποκείμενος τοῖς βουλομένοις λυπεῖν, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, λαγὼ βίον ζῶν. ἀλλ’ ἐκεῖνοι μὲν τοὺς κύνας καὶ τὰ δίκτυα καὶ τοὺς ἀετοὺς δεδοίκασι· σὺ δὲ τοὺς λόγους ἐπτηχὼς καὶ τρέμων περιελεύσῃ, μηδεμίαν φυλακὴν φυλάξασθαι δυνάμενος, μηδ’ ἂν ὁτιοῦν πράττῃς, μηδ’ ἄν ὅπως βούλῃ διάγῃς.
除非你劝服自己鄙弃他人,否则你永远无法脱离凄惨的境地,反而会始终过着悲惨而艰难的生活,屈从于每一个企图伤害你的人,正如俗话所说,过着“野兔般的生活”。然而野兔惧怕的是猎犬、罗网与苍鹰;你却对言语战战兢兢、瑟瑟发抖地到处奔走,无论你做什么,无论你想怎样度日,都无法做出任何防范。
ἀλλ’ ἐὰν μὲν ἐμβάλλῃς συνεχῶς εἰς τὴν ἀγοράν, ἀγοραῖος ἀκούσῃ καὶ συκοφάντης·2 ἐὰν δὲ τοὐναντίον φυλάττῃ τὸ τοιοῦτον καὶ μᾶλλον ᾖς κατ’ οἰκίαν καὶ πρὸς τοῖς ἑαυτοῦ, δειλὸς καὶ ἰδιώτης καὶ τὸ μηδέν· ἐὰν προνοῇ, εὐήθης καὶ μαλακός· ἐὰν ἐπ’ ἐργασίας ᾖς τινος, βάναυσος· ἐὰν σχολάζων περιπατῇς, ἀργός· ἐὰν ἐσθῆτα μαλακωτέραν ἀναλάβῃς, ἀλαζὼν καὶ τρυφερός· ἐὰν ἀνυπόδητος ἐν τριβωνίῳ, μαίνεσθαί σε φήσουσιν.
如果你频繁出入市集,你就会被唤作市井之徒和诬告者;相反,如果你提防此类事,宁可足不出户、专注于自己的生计,你又会被称为胆小鬼、外行人和无名小卒。若你深谋远虑,他们就说你幼稚软弱;若你从事某种手艺,他们便称你为卑贱的工匠;若你悠闲散步,他们斥你为游手好闲;若你换上一件稍显柔软的衣袍,他们骂你狂妄奢靡;若你赤脚身着粗陋短斗篷,他们便会宣称你已经疯了。
Σωκράτην διαφθείρειν τοὺς νέους ἔφασαν, εἰς τὸ θεῖον ἀσεβεῖν· καὶ οὐκ εἶπον ταῦτα μόνον· ἧττον γὰρ ἂν ἦν δεινὸν· ἀλλὰ καὶ ἀπέκτειναν αὐτόν, ἀνυποδησίας δίκην λαμβάνοντες. Ἀριστείδην ἐξωστράκισαν Ἀθηναῖοι, καίτοι πεπεισμένοι σαφῶς ὅτι δίκαιος ἦν. τί οὖν δεῖ δόξης ἐπιθυμεῖν, ἧς καὶ ἐὰν τύχῃ, πολλάκις οὐκ ἐπ’ ἀγαθῷ ἀπώνατο;3 τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενόμενον ἢ Θάσιον· εὐήθως, ἐμοὶ δοκεῖν. πολλάκις γὰρ οὐδὲ ἐν δείπνῳ δέκα ἀνθρώπων ὁ πλακοῦς ἤρεσε πᾶσιν, ἀλλ̓ ὁ μὲν ἕωλον εἶναί φησιν, ὁ δὲ θερμόν, ὁ δὲ λίαν γλυκύν· εἰ μὴ νὴ Δία Βίων φησὶν ὅτι καὶ θερμὸν πλακοῦντα καὶ ἕωλον δεῖ γενέσθαι. καθόλου δὲ οὐ τοιοῦτόν ἐστι τὸ πρᾶγμα· πόθεν;
人们曾说苏格拉底败坏青年、亵渎神明;他们不仅说了这些——因为若是仅仅动口倒还不算可怕——而且还处死了他,惩罚他的赤足之行。雅典人曾将阿里斯提德陶片放逐,尽管他们心明肚知他是公正之人。既然如此,为何还要渴望名声?即便得到了名声,人们也往往未能从中受惠。在比翁看来,除非变成一块面饼或萨索斯的佳酿,否则绝不可能取悦大众——依我之见,这种想法实属愚蠢。因为即便在十人的筵席上,面饼也往往无法取悦所有人,有人抱怨它发馊变硬,有人嫌它太烫,还有人怪它太甜——除非凭宙斯起誓,比翁是说人必须既变成热面饼又变成馊面饼。但通体而言,事情绝非如此;怎么可能呢?
ἀλλὰ καὶ μύρον δεῖ καὶ αὐλητρίδα γενέσθαι καὶ μειράκιον ὡραῖον καὶ Φίλιππον τὸν γελωτοποιόν. λείπεται δὲ ἓν ἴσως, ὃ δεήσει γενέσθαι τὸν θέλοντα ἀρέσαι τοῖς πολλοῖς, ἀργύριον. οὔκουν, κἂν ἀργύριον γένηταί τις, εὐθὺς ἤρεσεν· ἀλλὰ δεῖ ῥάττεσθαι καὶ δάκνεσθαι. τί οὖν ἔτι διώκεις, ὦ κακόδαιμον, πρᾶγμα ἀκίχητον; οὔτε γὰρ μύρον οὔτε στέφανος οὔτε οἶνος σὺ γένοιό ποτ’ ἂν οὔτ’ ἀργύριον.
不仅如此,人还必须变成香膏、吹笛女、正当华年的美少年以及弄臣腓力。而且,对于想要取悦大众的人来说,或许还剩下一件非变不可的东西,那就是银币。然而,即使某人变成了银币,也并非立刻就能讨人喜欢,而是必须经受敲打与啃咬。既然如此,你这不幸的人啊,为何还要追求不可企及之物?因为你绝不可能变成香膏,变成花冠,变成美酒,也绝不可能变成银币。
τῶν πλουσίων ἕκαστος ἔοικε τῷ νομίσματι. καὶ γὰρ τοῦτο ἐπαινεῖ μὲν οὐδείς, χρῆται δὲ ἕκαστος τῶν λαβόντων· ἔπειτα ὑπὸ τῶν χρωμένων ἐκτρίβεται καὶ τελευταῖον ἐν τοῖς ἀδοκίμοις ἐγένετο. κἀκεῖνος εἰς τοὺς πένητας παρηγγυήθη καὶ τοὺς ἀδοκίμους, καὶ οὐδεὶς ἔτι τὸν τοιοῦτον προσίεται τῶν πρότερον τεθαυμακότων, ἀλλ’ οὐδὲ στρέψας ἀπορρίπτει.
富人中的每一个都像极了钱币。因为钱币也无人赞美,但每个得到它的人都会使用它;随后它被使用者磨损削薄,最终沦为废币。那个富人也同样被转交到穷人和下等人手中,以往赞叹过他的那些人,再也没有谁愿意接纳他,甚至连翻转一下都未曾便将其弃掷一旁。
ταῖς τῶν τραγῳδῶν Ἐρινύσιν ἔοικεν ἡ δόξα· τὸ μὲν γὰρ φαινόμενον αὐτῆς λαμπρὸν ὅμοιον τῇ λαμπάδι, τὴν δὲ μάστιγα τοῖς κρότοις τις ἂν οἶμαι καὶ τῇ βοῇ τῶν πολλῶν προσεικάσειε, τοῖς δὲ ὄφεσι τοὺς ἐνίοτε συρίττοντας. πολλάκις οὖν ἐν ἡσυχίᾳ τινὰ ὄντα καὶ μηδὲν ἔχοντα κακὸν ἁρπάσασα καὶ τῇ μάστιγι ψοφήσασα ἐξέβαλεν εἰς πανήγυρίν τινα ἤ θέατρον.
名声恰似悲剧诗人笔下的复仇女神。它闪耀的外表犹如火炬,它的皮鞭我认为好比大众的掌声与欢呼,而它的群蛇则好比时而发出嘘声的人。因此,它常常一把攫住某个安享宁静且免于祸患的人,挥响皮鞭,将他猛掷进某个集会或剧场之中。
- 66.23τὸν Ἡρακλέα τὸν τοῦ Διὸς πόσους οἴει βλασφημεῖν
句首的宾格 τὸν Ἡρακλέα 为不定式 βλασφημεῖν 的宾语,通过前置(话题化)以示强调。动词 οἴει(“你认为”)起插入与交际作用,疑问代词宾格 πόσους 充当不定式 βλασφημεῖν(及后文的 λέγειν)的逻辑主语。其后的 τοὺς μὲν ... τοὺς δὲ 则作为对主语 πόσους 的部分同位语(宾格)。
- 66.25ἀγοραῖος ἀκούσῃ καὶ συκοφάντης
ἀκούσῃ 是动词 ἀκούω 的中动态第二人称单数将来时(等同于 ἀκούσει),在此作被动意义使用,意为“被称作……”或“背负……的名声”(相当于拉丁语的 bene/male audire)。因此,补足成分 ἀγοραῖος 与 συκοφάντης 采用主格(谓语主格)。
- 66.26ἧς καὶ ἐὰν τύχῃ, πολλάκις οὐκ ἐπ’ ἀγαθῷ ἀπώνατο;
属格关系代词 ἧς 是动词 ἀπώνατο(ἀπονίναμαι 的中动态第三人称单数不定过去时)所支配的属格宾语(同时亦与插入条件句 ἐὰν τύχῃ 中同样支配属格的动词 τυγχάνω 相契合)。不定过去时直陈式 ἀπώνατο 在此表示基于历史经验的经验性或格言性事实(“往往未能从中受益”)。
