← 金嘴狄翁

演说集

§66.17-66.22

畏惧公众审判与口舌之辱的荒谬

演说者揭示了执迷虚名者生活在大众随意的审判下、仅凭一言或绰号便如化石般瘫痪的惨状,并指出对那些智力不亚于蛙鸦之愚人的风评心惊胆战是荒唐可悲的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.17

δύο γὰρ ἢ τρία ῥήματα εἰπὼν εἰς συμφορὰν καὶ λύπην ἐνέβαλεν. καὶ μὴν εἴ γέ τις οὕτως ἐκ δαιμονίου τινὸς ἔχοι τὸ σῶμα, ὥστε ἄν τις αὐτῷ καταράσηται, παραχρῆμα πυρέττειν ἢ τὴν κεφαλὴν ἀλγεῖν, οὗτος ἂν ἀθλιώτερος ὑπῆρχε τῶν τρισαθλίων· εἰ δέ τις οὕτως ἀσθενῶς ἔχει τὴν διάνοιαν, ὥστε εἴ τις ἐλοιδόρησεν αὐτόν, ἐξίστασθαι παραχρῆμα τὴν ψυχήν, πῶς οὐχὶ τῷ τοιούτῳ φευκτὸς ὁ βίος; εἰ δέ τις κρίνοιτο καθ’ ἑκάστην ἡμέραν περὶ ὅτου δήποτε, ἢ περὶ τοῦ ζῆν ἢ περὶ τῶν χρημάτων, ἆρ’ οὐχὶ τῷ παντὶ βέλτιον ἐᾶσαι τοῦτο καὶ μηκέτι τὸ λοιπὸν κινδυνεύειν, εἰ μὲν περὶ χρημάτων, τὰ χρήματα, εἰ δὲ περὶ τοῦ ζῆν, τὸν βίον;

事实上,任何人只需说上两三句话,就能将这样的人投入灾祸与悲戚之中。况且,若是某人因某种神灵作祟而致使体质如此:只要有人诅咒他,他便立刻发烧或头痛,那么此人定比三倍不幸之人还要凄惨;但若某人的心智虚弱至此:只要有人辱骂他,他的魂魄便立刻惊骇失措,这样的人难道不该视生活为应当逃避之物吗?再者,如果有人每天都因无论何事而受审,无论是为了性命还是为了财产,那么将争讼之物拱手相让、此后不再冒此危险,难道不是在一切方面都好得多吗?——若是为了财产,便舍弃财产;若是为了性命,便舍弃生命。

§66.18

τί οὖν; ὁ περὶ τῆς δόξης ἀγὼν οὐκ ἀεὶ τοῖς ἀνοήτοις ἐνέστηκεν, οὐ μόνον ἅπαξ τῆς ἡμέρας, ἀλλὰ πολλάκις, οὐδὲ ἐφ’ ὡρισμένοις δικασταῖς, ἀλλὰ πᾶσιν ἁπλῶς, καὶ τούτοις ἀνωμότοις καὶ μήτε μαρτύρων ἐπιστρεφομένοις μήτε τεκμηρίων; μήτε γὰρ εἰδότες μήτε ἀκούοντες μήτε λαχόντες δικάζουσι, καὶ οὐδὲν αὐτοῖς διαφέρει πίνουσιν ἤ λουομένοις τὴν ψῆφον φέρειν· καὶ τὸ πάντων δεινότατον· ὃν γὰρ ἂν ἀπολύσῃ τήμερον, αὔριον καταδικάζει.

那么又当如何呢?争夺虚名的诉讼难道不是时刻横亘在愚妄之人面前吗?不仅一日一次,而且多达数次;并非在指定的法官面前,而是在不加区别的所有人面前;况且这些人既未立誓,也对证人和证据不屑一顾。因为他们既不知情,也未听审,更非抽签选定,却偏要裁判,而且无论是在饮酒还是在沐浴时投票,对他们而言都毫无分别;而其中最可怕的是:他们今天宣告无罪的人,明天便定罪处刑。

§66.19

οὐκοῦν ἀνάγκη τὸν ὑπὸ τῆς νόσου ταύτης ἐχόμενον ὑπεύθυνον περιέρχεσθαι καὶ προσέχειν ἑκάστῳ καὶ δεδοικέναι μή τινα ἑκὼν ἢ ἄκων λυπήσῃ, μάλιστα τῶν ἑτοίμων τινὰ καὶ τῶν εὐτραπέλων. εἰ γὰρ καὶ σμικρόν, οἷα πολλὰ συμβαίνει, προσκρούσας τινὶ τύχοι, εὐθὺς ἐσπάθησε ῥῆμα χαλεπόν·1 καὶ τοῦτο εἰπών, ἐὰν μὲν ἀποτύχῃ πως, οὐδὲν ἧττον ἐτάραξεν· ἐὰν δ’ ἐπιτύχῃ τοῦ καιρίου, παραχρῆμα ἀνῄρηκεν. πολλοὶ μὲν γὰρ οὕτως ἔχουσιν ὥστε ὑπὸ παντὸς διατρέπεσθαι καὶ διαρρεῖν. οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε ἄλλα ἐπ’ ἄλλοις μᾶλλον ἰσχύει·

因此,受这种病症支配的人,势必只得如同受审查之人四处奔走,察看每个人的脸色,战战兢兢地生怕自己有意或无意地得罪了谁,尤其是那些言辞刻薄敏捷之徒。因为只要他碰巧与某人发生哪怕极微小的龃龉(正如常有之事),对方就会立刻吐出一句恶语;说出这句话之后,即便多少失了准头,也足以令他心烦意乱;而若击中要害,便立刻将他置于死地。事实上,许多人脆弱至极,以至于任何风吹草动都会令其惊慌溃散。

§66.20

καθάπερ οἶμαι τῶν παιδαρίων ἕκαστον ἰδιότροπόν τινα μορμὼ δέδοικε καὶ ταύτην συνείθισται φοβεῖσθαι ʽτὰ μὲν γὰρ φύσει δειλὰ πᾶν ὅ,τι ἂν δείξῃ τις ὡς φοβερὸν βοᾆ πλὴν ἐπί γε τούτων τῶν μειζόνων ἤδη τινά ἐστι πρός τινας. τὸν πτωχὸν τὸν ἀλαζόνα καὶ θέλοντα φαίνεσθαι Κροῖσον ἐξίστησιν ὁ Ἶρος· καὶ οὐδὲ τὴν Ὀδύσσειαν ἀναγιγνώσκει διὰ τὸ "ἦλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ πτωχεύεσκ’ Ἰθάκης· "

不仅如此,有时不同的言语对不同的人更具杀伤力;正如我认为每个孩童都畏惧某种特定模样的妖怪,并习惯于害怕它一样(天生胆小的孩子无论别人指认何物为可怖都会哭喊,但在这些成年人身上,某些话语只针对某些特定之人起作用)。让那个妄图装作克洛伊索斯的傲慢乞丐惊惶失措的是“伊罗斯”之名;他甚至不读《奥德赛》,就因为其中有这样一句诗: “来了一个叫花子,常在伊萨卡城里沿街乞讨。”

§66.21

τὸν ἐκ δούλων ὁ Κέκροψ, τὸν εὐτελῆ τὴν ὄψιν καὶ καλὸν εἶναι βουλόμενον ὁ Θερσίτης.2 ἐὰν μὲν γὰρ εἰς λίχνον ἢ φιλάργυρον σκώψῃς ἢ κίναιδον ἢ καθόλου πονηρὸν τὸν ἐπὶ τῇ σωφροσύνῃ κομῶντα καὶ τὴν ἀρετὴν ἐπιγεγραμμένον, ὅλον ἀπολώλεκας. ὁ Περσεὺς τὴν κεφαλὴν τῆς Γοργόνος περιφέρων καὶ ταύτην τοῖς ἐχθροῖς δεικνὺς ἐποίει λίθους· οἱ πολλοὶ δὲ ὑφ’ ἑνὸς ῥήματος, ἐὰν ἀκούσωσι, λίθοι γεγόνασι· καὶ τοῦτο οὐ δεῖ περιφέρειν, ἐν πήρᾳ φυλάττοντα αὐτό.

让奴隶出身者失魂落魄的是“刻克洛普斯”,让相貌丑陋却自命俊美者动摇的是“忒耳西忒斯”。事实上,如果一个以节制自矜、将美德标榜为旗帜的人,你若嘲弄他是饕餮之徒、守财奴、荒淫者或通体邪恶之人,你就彻底毁了他。珀耳修斯随身携带着戈耳工的头颅,将其展示给敌人看便能令其石化;然而大众只要听见一句话,就变成了石头——而且这根本无需存放在皮囊中随身携带。

§66.22

καίτοι φέρε, εἰ καὶ τῶν ὀρνέων τὰς φωνὰς συνίεμεν, τῶν κοράκων ἢ κολοιῶν καὶ τῶν ἄλλων ζῴων, οἷον βατράχων ἢ τεττίγων, δῆλον ὅτι καὶ ταῖς τούτων φωναῖς ἂν προσείχομεν, τί λέγει περὶ ἡμῶν ὁ κολοιὸς ὁ πετόμενος ἢ τί φησιν ἡ κίττα καὶ τίνα ἔχει δόξαν. οὐκοῦν εὐτύχημα τὸ μὴ ξυνιέναι.3 πόσοι δὴ τῶν ἀνθρώπων τῶν βατράχων εἰσὶν ἀφρονέστεροι καὶ τῶν κολοιῶν; ἀλλ’ ὅμως κινεῖ τὰ παρὰ τούτων ἡμᾶς καὶ πάνυ κακῶς διατίθησιν.

然而试想一下:如果我们连飞鸟的声音也能听懂,无论是乌鸦还是寒鸦,抑或是青蛙、蝉等其他动物的声音,显而易见我们甚至会去留心它们的声音,思忖飞过的寒鸦在怎样谈论我们,或者喜鹊在说什么、持有何种看法。如此看来,听不懂岂非一件幸事?然而有多少人比青蛙和寒鸦还要愚昧?可即便如此,出自他们之口的话语依然能掀动我们,让我们陷入极度的痛苦与狼狈之中。

语法注3 条
  1. 66.19εἰ γὰρ καὶ σμικρόν, οἷα πολλὰ συμβαίνει, προσκρούσας τινὶ τύχοι, εὐθὺς ἐσπάθησε ῥῆμα χαλεπόν·

    条件句的归结部使用了直陈式过去时 ἐσπάθησε(以及随后的 ἐτάραξεν)。在与表示假设的祈愿语气条件从句(εἰ... τύχοι)配合时,过去时直陈式充当经验性/格言式过去时(empirical/gnomic aorist),表示一旦条件满足便“旋即/立刻发生”的必然与普遍事实。

  2. 66.21τὸν ἐκ δούλων ὁ Κέκροψ, τὸν εὐτελῆ τὴν ὄψιν καὶ καλὸν εἶναι βουλόμενον ὁ Θερσίτης.

    主动词 ἐξίστησιν 承接前句(τὸν πτωχὸν... ἐξίστησιν ὁ Ἶρος)而被省略。作为受事成分的宾格短语与充当讽刺标志的主格专有名词形成了精炼的对称并置:代表本土高贵始祖王名的“刻克洛普斯”令出身奴隶者心惊,而丑陋化身的“忒耳西忒斯”则令自命美貌者胆寒。

  3. 66.22οὐκοῦν εὐτύχημα τὸ μὴ ξυνιέναι.

    带冠词不定词短语 τὸ μὴ ξυνιέναι 作主语,无冠词名词 εὐτύχημα 作谓语名词。紧承前面的反事实条件句(假使我们能听懂鸟兽之声),在此作为现实的结论指出:“听不懂本身实乃一大幸事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:66.17-66.22