← 高尔吉亚

帕拉墨得斯的辩护

§10-16

收受贿赂的不可能与叛国动机的缺失

帕拉墨得斯证明了收受金钱以及将敌人引入军营在物理上的不可能,并详细论证了自己完全没有任何背叛国家(如谋求僭主地位、财富或荣誉)的动机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

πότερα δ᾽ ἐκόμισεν ἡμέρας ἢ νυκτός; ἀλλὰ πολλαὶ καὶ πυκναὶ φυλακαί, δι᾽ ὧν οὐκ ἔστι λαθεῖν. ἀλλ᾽ ἡμέρας;1 ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις. εἶεν. ἐγὼ δ᾽ ἐξελθὼν ἐδεξάμην, ἢ κεῖνος ὁ φέρων εἰσῆλθεν; ἀμφότερα γὰρ ἄπορα. λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω; ποῦ δ᾽ ἂν ἔθηκα; πῶς δ᾽ ἂν ἐφύλαξα; χρώμενος δ᾽ ἂν φανερὸς ἐγενόμην·2 μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπ᾽ αὐτῶν;

那么,他是在白天运送的,还是在夜间运送的?但如果是夜间,则有许多密集的卫兵,想要瞒过他们是不可能的。那么是白天吗?但光线对这种企图是敌对的。好吧。是我走出去接受的,还是那个携带者走了进来?因为这两种方式都是不可能的。就算我收下了,我又怎能瞒过里面的人和外面的人而藏起来呢?我又会放在哪里呢?我又该如何看管呢?如果我使用了它,我就会暴露;如果我不使用它,我又能从中得到什么益处呢?

§11

Καὶ δὴ τοίνυν γενέσθω καὶ τὰ μὴ γενόμενα. συνήλθομεν, εἴπομεν, ἠκούσαμεν, χρήματα παρ᾽ αὐτῶν ἔλαβον, ἔλαθον λαβών, ἔκρυψα. ἔδει δήπου πράττειν ὧν ἕνεκα3 ταῦτ᾽ ἐγένετο. τοῦτο τοίνυν ἔτι τῶν εἰρημένων ἀπορώτερον. πότερα μὲν γὰρ αὐτὸς ἔπραττον ἢ μεθ᾽ ἑτέρων; ἀλλ᾽ οὐχ ἑνὸς ἡ πρᾶξις. ἀλλὰ μεθ᾽ ἑτέρων; τίνων; δηλονότι τῶν συνόντων. πότερον ἐλευθέρων ἢ δούλων; ἐλευθέροις μὲν γὰρ ὑμῖν σύνειμι. τίς οὖν ὑμῶν ξύνοιδε; λεγέτω. δούλοις δὲ πῶς οὐκ ἄπιστον; ἑκόντες ⟨τε⟩ γὰρ ἐπ᾽ ἐλευθερίᾳ χειμαζόμενοί τε δι᾽ ἀνάγκην4 κατηγοροῦσιν. ἡ δὲ πρᾶξις πῶς ⟨ἂν⟩ ἐγένετο;

那么,就让未曾发生的事也当作发生了吧。我们见面了,说话了,听到了,我从他们那里收到了钱,我背地里收下了,我藏起来了。那么,当然必须去实行那些为了它们才发生这些事的行为。然而,这件事比已经说过的还要更加不可能。因为我是自己去实行,还是和别人一起呢?但这件行动不是一个人能做的。那么是和别人一起吗?是谁?显然是那些和我在一起的人。是自由人还是奴隶?因为我和作为自由人的你们在一起。那么你们中谁知道呢?让他说出来吧!但是和奴隶一起,这怎能不令人难以置信呢?因为他们既会为了自由而自愿控告,也会因为受刑的迫切需要而被迫控告。那么,这个行动又怎么能发生呢?

§12

δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον. πῶς ⟨δ᾽⟩ ἂν οὖν εἰσήγαγον; πότερα διὰ πυλῶν; ἀλλ᾽ οὐκ ἐμὸν ταύτας οὔτε κλῄειν οὔτ᾽ ἀνοίγειν, ἀλλ᾽ ἡγεμόνες κύριοι τούτων. ἀλλ᾽ ὑπὲρ τειχῶν ⟨διὰ⟩ κλίμακος; οὐκοῦν....... ἅπαντα γὰρ πλήρη φυλακῶν. ἀλλὰ διελὼν τοῦ τείχους; ἅπασιν ἄρα φανερὰ γένοιτ᾽ ἄν. ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γάρ ἐστιν ⟨ἐν⟩ ὅπλοις, ἐν ᾧ ⟨πάντες⟩ πάντας ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται. πάντως ἄρα καὶ πάντῃ ταῦτα πράττειν ἀδύνατον ἦν μοι.

显然,必须把比你们更强大的敌人引进来,而这是不可能的。那么,我该如何把他们引进来呢?是通过城门吗?但既不归我关闭,也不归我开启,而是指挥官们掌管着这些。那么是通过梯子越过城墙吗?这可不行,……因为所有地方都布满了守卫。那么是通过打通城墙吗?那样的话,所有人就都会一清二楚了。因为生活是在露天进行的;因为这是在全副武装的军营中,在这里所有人都能看到所有人,所有人也被所有人看到。因此,无论如何,在任何方面,我都不可能做这些事。

§13

Σκέψασθε τοίνυν καὶ τόδε. τίνος ἕνεκα προσῆκέ ⟨μοι⟩ βουληθῆναι5 ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην; οὐδεὶς γὰρ βούλεται προῖκα τοὺς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητ᾽ εἶναι κάκιστος, ἀλλ᾽ ἕνεκά του. ⟨τίνος ἂν⟩ οὖν; καὶ αὖθις πρὸς τόδ᾽ ἐπάνειμι. πότερον· ⟨ἂν τοῦ⟩ τυραννεῖν; ὑμῶν ἢ τῶν βαρβάρων; ἀλλ᾽ ὑμῶν ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει πάντα ⟨τὰ⟩ μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι ⟨μαχῶν⟩, ἀκμὴ φρονημάτων, βασιλεία πόλεων.

那么,也请考虑这一点:即使我最能做到,我有什么理由想要做这些事呢?因为没有人愿意无缘无故地冒着极大的危险,也没有人会为了成为最坏的人而犯下极大的恶行,而总是为了某种目的。那么,会是为了什么呢?我再次回到这个问题:是为了成为僭主吗?是做你们的僭主,还是做蛮族的僭主?但是,要做你们这群人数众多且如此优秀的人的僭主是不可能的,因为你们拥有所有最伟大的事物:祖先的德行、丰厚的财富、战争中的优胜、高昂的气概、以及对诸城市的统治权。

§14

ἀλλὰ τῶν ⟨βαρβάρων⟩; ὁ δὲ παραδώσων τίς; ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς; πείσας ἢ βιασάμενος; οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντ᾽ ἄν, οὔτ᾽ ἐγὼ βιάσασθαι δυναίμην. ἀλλ᾽ ἴσως ἑκόντες ἑκόντι6 παραδώσουσιν ⟨ἑαυτούς⟩, μισθὸν τῆς προδοσίας ἀντιδιδόντες; ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ λέξαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντ᾽ ἐλευθερίας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον;

还是为了做蛮族的僭主?那么,谁是那个会把统治权交出来的人呢?而我又凭着什么力量,作为一个希腊人,去统治众多的蛮族呢?是通过说服,还是通过强迫?因为他们既不想被说服,我也没有力量去强迫他们。但也许他们会心甘情愿地把他们自己交给我这个心甘情愿的人,以此作为叛国的报酬?然而,相信和说出这些话实在是极其愚蠢;因为谁会选择奴役而不是自由,选择最坏而不是最好?

§15

Εἴποι τις ἂν ὅτι πλούτου καὶ χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις. ἀλλὰ χρήματα μέτρια μὲν κέκτημαι, πολλῶν δ᾽ οὐδὲν δέομαι. πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλ᾽ οὐχ οἱ...., ⟨οὐδ᾽ οἱ⟩ κρείττονες τῶν τῆς φύσεως ἡδονῶν, ἀλλ᾽ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι. τούτων δ᾽ ἐμοὶ πρόσεστιν οὐδέν. ὡς δ᾽ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἐστε· σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα.7

有人可能会说,我是因为贪恋财富和金钱才尝试做这些事的。但我拥有适度的财产,并不需要很多。因为需要很多钱的是那些花销巨大的人,而不是那些……也不是那些能克制自然享乐的人,而是那些成为享乐奴隶并寻求通过财富和显赫来获取荣誉的人。而这些特质我一点也没有。为了证明我说的是实话,我将提供我过去的生活作为可靠的证人;而对于这个证人,你们就是证人。因为你们与我生活在一起,所以你们知道这些事。

§16

Καὶ μὴν οὐδ᾽ ἂν τιμῆς ἕνεκα τοιούτοις ἔργοις ἀνὴρ ἐπιχειρήσειε καὶ μέσως φρόνιμος. ἀπ᾽ ἀρετῆς γὰρ ἀλλ᾽ οὐκ ἀπὸ κακότητος αἱ τιμαί· προδότῃ δὲ τῆς Ἑλλάδος ἀνδρὶ πῶς ἂν γένοιτο τιμή; πρὸς δὲ τούτοις οὐδὲ τιμῆς ἐτύγχανον ἐνδεὴς ὤν· ἐτιμώμην γὰρ ἐπὶ τοῖς ἐντιμοτάτοις ὑπὸ τῶν ἐντιμοτάτων, ὑφ᾽ ὑμῶν ἐπὶ σοφίᾳ.

而且,哪怕是稍有理智的人,也不会为了荣誉去尝试这样的行为。因为荣誉来自美德,而不是来自邪恶;对于一个背叛希腊的人,又怎能获得荣誉呢?此外,我甚至并不缺少荣誉;因为我因最光荣的事而被最光荣的人所看重,也就是说,因智慧而被你们看重。

语法注7 条
  1. 10ἀλλ᾽ ἡμέρας

    在前一个假设“在夜间(νυκτός)运送”因卫兵(φυλακαί)严密而被否定之后,说话者提出了另一个选择“在白天(ἡμέρας)”。两者均为时间属格。

  2. 10χρώμενος δ᾽ ἂν φανερὸς ἐγενόμην

    分词 χρώμενος(“如果我使用的话”)充当条件从句(相当于 εἰ ἐχρώμην)。带有 ἄν 的直陈式过去时动词(ἐγενόμην, ὠφελούμην)表示与过去事实相反的假设。

  3. 11ὧν ἕνεκα

    关系代词 ὧν 的先行词(作 πράττειν 宾语的宾格 ἐκεῖνα)被省略;ὧν 本身受后置介词 ἕνεκα 支配而为属格,并非格同化。其完整结构为 ἐκεῖνα ὧν ἕνεκα,意为“(那些)发生这些事情所为了的(行动)”。

  4. 11ἑκόντες ⟨τε⟩ γὰρ ἐπ᾽ ἐλευθερίᾳ χειμαζόμενοί τε δι᾽ ἀνάγκην

    奴隶进行控告的两个截然相反的动机通过 τε... τε... 并列:形容词 ἑκόντες(“自愿地”,目的是“为了自由” ἐπ᾿ ἐλευθερίᾳ)与被动分词 χειμαζόμενοι(“受折磨/被逼迫”,原因是“出于必要” δι᾿ ἀνάγκην)。

  5. 13τίνος ἕνεκα προσῆκέ ⟨μοι⟩ βουληθῆναι

    无人称动词过去时 προσῆκε(“理应/有理由”)与表示行为主体的与格 μοι(“对我而言”)及不定式 βουληθῆναι(“希望”)相结合。

  6. 14ἑκόντες ἑκόντι

    同一词根(ἑκών)的主格复数与与格单数并置的同根词并用(polyptoton)。这种修辞手法强调了“心甘情愿的他们向心甘情愿的我(交出自己)”这一假设的荒谬与非现实性。

  7. 15σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα

    利用读音极为相似的动词进行的双关语(pun):σύνειμι(“共同生活”,现在时第二人称复数 σύνεστε)与 σύνοιδα(“共同知道/目击”,现在时第二人称复数或命令式 σύνιστε)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-10-18)
  • 2026-10-18 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0593.1st1K002.humanitext-grc1:10-16