- 底本
- Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0593.1st1K002.humanitext-grc1:1-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
帕拉梅德斯因涉嫌背叛希腊而被奥德修斯起诉,他开始进行自我辩护,声明自己的清白,并论证该起诉毫无事实根据。他通过严密的逻辑,指出了叛国罪不可缺的前提条件(如会面、沟通、建立信约等)在现实中是完全不可能实现的。
Ἡ μὲν κατηγορία καὶ [ἡ ἀπολογία] κρίσις οὐ περὶ θανάτου γίγνεται· θάνατον μὲν γὰρ ἡ φύσις φανερᾷ τῇ ψήφῳ πάντων κατεψηφίσατο τῶν θνητῶν, ᾗπερ ἡμέρᾳ ⟨τις⟩ ἐγένετο·1 περὶ δὲ τῆς ἀτιμίας καὶ τῆς τιμῆς ὁ κίνδυνός ἐστι, πότερά με χρὴ... δικαίως ἀποθανεῖν, ἢ μετ᾽ ὀνειδῶν μεγίστων καὶ τῆς αἰσχίστης αἰτίας βιαίως ἀποθανεῖν.
起诉和[辩护]审判并非关乎死亡。因为自然界在每个人出生的那一天,就以其明确的选票对所有凡人判处了死刑。但危险在于耻辱与荣誉,我究竟是应当公正地死去,还是在极大的侮辱和最可耻的指控中悲惨地死去。
δισσῶν δὲ τούτων ὄντων τοῦ μὲν ὑμεῖς ὅλου κρατεῖτε, τοῦ δ᾽ ἐγώ, τῆς μὲν δίκης ἐγώ, τῆς δὲ βίας ὑμεῖς. ἀποκτεῖναι μὲν γάρ με δυνήσεσθε βουλόμενοι ῥᾳδίως· κρατεῖτε γὰρ καὶ τούτων, ὧν οὐδὲν ἐγὼ τυγχάνω κρατῶν.
在这两件事中,你们统治着其中一个的全部,而我统治着另一个:我统治着正义,而你们统治着暴力。因为如果你们愿意,你们可以轻易地杀死我;因为你们也统治着这些事,而我对这些事毫无统治权力。
Εἰ μὲν οὖν ὁ κατήγορος Ὀδυσσεὺς ἢ σαφῶς ἐπιστάμενος προδιδόντα με τὴν Ἑλλάδα τοῖς βαρβάροις ἢ δοξάζων οὕτω ταῦτ᾽ ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν δι᾽ εὔνοιαν τῆς Ἑλλάδος, ἄριστος ἂν ἦν [ὁ] ἀνήρ· πῶς γὰρ ⟨οὐχ⟩ ὅ γε σῴζων πατρίδα, τοκέας, τὴν πᾶσαν Ἑλλάδα, ἔτι δὲ πρὸς τούτοις τὸν ἀδικοῦντα τιμωρούμενος; εἰ δὲ φθόνῳ καὶ κακοτεχνίᾳ καὶ πανουργίᾳ συνέθηκε ταύτην τὴν αἰτίαν, ὥσπερ δι᾽ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ,2 οὕτω διὰ ταῦτα κάκιστος ἀνήρ.
因此,如果原告奥德修斯是因为对希腊的善意,要么明确知道我正向蛮族出卖希腊,要么认为事情就是这样而提出起诉,那他将是最好的人。因为一个拯救祖国、父母、整个希腊,此外还惩罚作恶者的人,怎能不是最好的人呢?但如果他是出于嫉妒、奸诈和邪恶而编造了这一指控,就像他因为前述原因会是最好的人一样,他也因为这些原因而是最坏的人。
Περὶ τούτων δὲ λέγων πόθεν ἄρξωμαι; τί δὲ πρῶτον εἴπω; ποῖ δὲ τῆς ἀπολογίας τράπωμαι; αἰτία γὰρ ἀνεπίδεικτος ἔκπληξιν ἐμφανῆ ἐμποιεῖ, διὰ δὲ τὴν ἔκπληξιν ἀπορεῖν ἀνάγκη τῷ λόγῳ, ἂν μή τι παρ᾽ αὐτῆς τῆς ἀληθείας καὶ τῆς παρούσης ἀνάγκης μάθω, διδασκάλων ἐπικινδυνοτέρων ἢ ποριμωτέρων τυχών.3
谈到这些事,我该从哪里开始呢?我该先说什么呢?我该转向辩护的哪一部分呢?因为未经证实的指控会引起显而易见的惊愕,由于这种惊愕,人们在言语上必然会陷入困境,除非我从真理本身和眼前的迫切需要中获得启发,而我遇到的这些老师,与其说是办法多,不如说是更危险。
Ὅτι μὲν οὖν οὐ σαφῶς ⟨εἰδὼς⟩ ὁ κατήγορος κατηγορεῖ μου, σαφῶς οἶδα· σύνοιδα γὰρ ἐμαυτῷ σαφῶς οὐδὲν τοιοῦτον πεποιηκώς· οὐδ᾽ ἔοιχ᾽ ὅπως ἂν εἰδείη τις εἶναι τὸ μὴ γενόμενον.4 εἰ δ᾽ οἰόμενος οὕτω ταῦτ᾽ ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν, οὐκ ἀληθῆ λέγειν διὰ δισσῶν ὑμῖν ἐπιδείξω τρόπων. οὔτε γὰρ βουληθεὶς ἐδυνάμην ἂν οὔτε δυνάμενος ἐβουλήθην ἔργοις ἐπιχειρεῖν τοιούτοις.
因此,原告是在没有明确知识的情况下起诉我,这一点我是明确知道的;因为我明确地意识到自己从未做过任何此类事情。而且,任何人似乎也不可能知道未曾发生的事情是如何存在的。但如果他是相信事情是这样而提出起诉的,我将通过两种方式向你们证明他没有说真话。因为我既不可能在想做的时候做到,也不可能在能做的时候想去尝试这样的行为。
Ἐπὶ τοῦτον δὲ τὸν λόγον εἶμι πρῶτον, ὡς ἀδύνατός εἰμι τοῦτο πράττειν. ἔδει γάρ τινα πρῶτον ἀρχὴν γενέσθαι τῆς προδοσίας, ἡ δ᾽ ἀρχὴ λόγος ἂν εἴη· πρὸ γὰρ τῶν μελλόντων ἔργων ἀνάγκη λόγους γίγνεσθαι πρότερον. λόγοι δὲ πῶς ἂν γένοιντο μὴ συνουσίας τινὸς γενομένης; συνουσία δὲ τίνα τρόπον γένοιτ᾽ ἂν μήτ᾽ ἐκείνου πρὸς ἐμὲ πέμψαντος μήτε ⟨του⟩ παρ᾽ ἐμοῦ πρὸς ἐκεῖνον ἐλθόντος; οὐδὲ ⟨γὰρ⟩ παραγγελία διὰ γραμμάτων ἀφίκοιτ᾽ ἂν ἄνευ τοῦ φέροντος.
首先,我将讨论这个论点,即我不可能做这件事。因为叛国必须首先有一个开端,而这个开端必定是言语;因为在未来的行动之前,言语必然先发生。但是,如果不举行某种会面,言语又怎么能发生呢?如果他既没有派人来找我,我这边也没有人去他那里,会面又怎么能发生呢?因为即使是通过书信联络,没有携带信件的人也无法送达。
Ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθω. καὶ δὴ τοίνυν σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ. τίνα τρόπον; τίνι τίς ὤν; Ἕλλην βαρβάρῳ. πῶς ἀκούων καὶ λέγων; πότερα μόνος μόνῳ; ἀλλ᾽ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους. ἀλλὰ μεθ᾽ ἑρμηνέως; τρίτος ἄρα μάρτυς γίγνεται τῶν κρύπτεσθαι δεομένων.
但让这在论证中成为可能吧。那么,我与他会面,他与我,我与他在一起。以什么方式?谁作为谁?希腊人对蛮族。如何听和说?是单独对单独吗?但我们不懂彼此的语言。那是通过翻译吗?那么,本需保密的事情就有了第三个证人。
Ἀλλὰ δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον. ἔδει δή μ᾽ * ἐπὶ τούτοις πίστιν δοῦναι καὶ δέξασθαι. τίς οὖν ἂν ἦν ἡ πίστις; πότερον ὅρκος; τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν; ἀλλ᾽ ὅμηροι; τίνες; οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾽ ἄν, οὐ γὰρ εἶχον ἄλλον, ὁ δὲ βάρβαρος τῶν υἱέων τινά·5 πιστότατα γὰρ ἂν ἦν οὕτως ἐμοί τε παρ᾽ ἐκείνου κείνῳ τε παρ᾽ ἐμοῦ. ταῦτα δὲ γιγνόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά.
哪怕这件事也算发生了,虽然它并没有发生。那么,我必须在此基础上给予并接受信约。那么,信约会是什么?誓言吗?那么,谁会相信我这个叛徒呢?或者是人质?谁?例如,我会交出我的弟弟,因为我没有别的兄弟,而蛮族会交出他的一个儿子;因为这样,无论从他对于我,还是从我对于他来说,都会是最可靠的保证。但如果这些事情正在发生,你们所有人都会看得一清二楚。
Φήσει τις ὡς χρήμασι τὴν πίστιν ἐποιούμεθα, κεῖνος μὲν διδούς, ἐγὼ δὲ λαμβάνων. πότερον οὖν ὀλίγοις; ἀλλ᾽ οὐκ εἰκὸς ἀντὶ μεγάλων ὑπουργημάτων ὀλίγα χρήματα λαμβάνειν. ἀλλὰ πολλά; τίς οὖν ⟨ἂν⟩ ἦν ἡ κομιδή; πόσοι δ᾽ ἂν ἐκόμισαν; ⟨εἷς⟩ ἢ πολλοί; πολλῶν ⟨μὲν⟩ γὰρ κομιζόντων πολλοὶ ἂν ἦσαν οἱ μάρτυρες τῆς ἐπιβουλῆς, ἑνὸς δὲ κομίζοντος οὐκ ἂν πολύ τι τὸ φερόμενον ἦν.
有人会说我们是用金钱建立信约的,他给而我收。那么是少量的钱吗?但在立下大功的情况下,接受少量的钱是不合常理的。那是大量的钱吗?那么,运送是如何进行的?有多少人运送?一个还是许多人?因为如果是许多人运送,阴谋的证人就会很多;但如果是一个人运送,所运送的数额就不会很大。
- 1ᾗπερ ἡμέρᾳ ⟨τις⟩ ἐγένετο
由关系副词 ᾗ(带强调小词 -περ)引导的关系从句,其中先行词 ἡμέρᾳ 被吸引到关系从句内部。意为“在每个人出生的那一天”。
- 3ὥσπερ δι᾽ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ, οὕτω διὰ ταῦτα κάκιστος ἀνήρ
ὥσπερ 从句采用了与事实相反的条件句主句形式(ἄν + 直说过去未完成时 ἦν),表达假设性的比较。与之相对,以 οὕτω 开始的主句中没有 ἄν,而是作为现实判断直接陈述,形成非对称的对比。
- 4διδασκάλων ἐπικινδυνοτέρων ἢ ποριμωτέρων τυχών
分词 τυχών(支配属格)修饰的、通过 ἤ 连接的两个比较级形容词 ἐπικινδυνοτέρων 和 ποριμωτέρων,表达的是对同一对象两种属性的比较(“与其说是办法多,不如说是更危险”),即双重比较级句式。
- 5οὐδ᾽ ἔοιχ᾽ ὅπως ἂν εἰδείη τις εἶναι τὸ μὴ γενόμενον
无人称动词 ἔοικε(此处在 ὅπως 前省音并送气化为 ἔοιχ')后接 ὅπως 从句。从句中包含潜在祈愿神情(ἂν εἰδείη),表达一种不可能发生的情形,意为“似乎任何人都无法知道未曾发生的事情是如何存在的”。
- 8οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾽ ἄν … ὁ δὲ βάρβαρος τῶν υἱέων τινά
举例副词 οἷον(例如)后接与事实相反的条件句主句(ἄν + 不定过去直说时 ἔδωκα)。在后半句中,动词和语气词 ἄν 被省略,这是对称结构中常见的动词省略现象。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
