- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.8.1-4.8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
目睹被毁坏的花园,众人陷入绝望;拉蒙哀悼着被残害的花草,深恐主人震怒之下会将自己与达夫尼斯处死。
Ἀλλ’ οἱ μὲν πτοούμενοι τὸν δεσπότην ἔκλαον· ἔκλαυσε δ’ ἄν τις καὶ ξένος ἐπιστάς·1 ἀπεκεκόσμητο γὰρ ὁ τόπος καὶ ἦν λοιπὸν γῆ πηλώδης. Τῶν δὲ εἴ τι διέφυγε τὴν ὕβριν, ὑπήνθει καὶ ἔλαμπε καὶ ἦν ἔτι καλὸν καὶ κείμενον.
然而他们痛哭是因为惧怕主人;即便是一个过路的陌生人,见此也定会落泪,因为这地方已被剥夺了美景,只剩下一片泥泞的土地。花卉之中若有幸免于这场暴行的,便仍自隐约绽放着、闪烁着光泽,即便倒卧在地也依旧美丽。
Ἐπέκειντο δὲ αὐτοῖς καὶ μέλιτται συνεχὲς καὶ ἄπαυστον βομβοῦσαι καὶ θρηνούσαις ὅμοιον. Ὁ μὲν οὖν Λάμων ὑπ’ ἐκπλήξεως κἀκεῖνα ἔλεγε “Φεῦ τῆς ῥοδωνιᾶς,2 ὡς κατακέκλασται·
蜜蜂也聚集在它们身上,持续不绝地嗡嗡叫着,宛如妇人哀悼一般。拉蒙在惊骇茫然之中,也不住地说着这样的话: “唉,这片玫瑰丛啊,竟被折损成这般!
φεῦ τῆς ἰωνιᾶς, ὡς πεπάτηται· φεῦ τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων, οὓς ἀνώρυξέ τις πονηρὸς ἄνθρωπος. Ἀφίξεται τὸ ἦρ, τὰ δὲ οὐκ ἀνθήσει· ἔσται τὸ θέρος, τὰ δὲ οὐκ ἀκμάσει· τὸ μετόπωρον, τὰ δὲ οὐδένα στεφανώσει.
唉,这片紫罗兰丛啊,竟被践踏成这般!唉,这些风信子与水仙啊,被某个恶人连根挖起!春天将至,它们却不再绽放;夏天将来,它们却不再繁盛;秋天将临,它们却不再能为任何人加冠!
Οὐδὲ σύ, δέσποτα Διόνυσε, τὰ ἄθλια ταῦτα ἠλέησας ἄνθη, οἷς παρῴκεις, ἃ ἔβλεπες, ἀφ’ ὧν ἐστεφάνωσά σε πολλάκις; Πῶς δείξω νῦν τὸν παράδεισον τῷ δεσπότῃ; Τίς ἐκεῖνος θεασάμενος ἔσται; Κρεμᾷ γέροντα ἄνθρωπον ἐκ μιᾶς πίτυος ὡς Μαρσύαν· τάχα δὲ καὶ Δάφνιν, ὡς τῶν αἰγῶν ταῦτα εἰργασμένων.”3
主公狄奥尼索斯啊,难道连您也没有怜悯这些可怜的花朵吗?您曾与它们为邻,日日看着它们,我也曾屡屡采撷它们为您戴上花冠!如今我该如何把这游园呈现给主人看呢?他看到后又会变成何等模样?他一定会像对待玛息阿一样,把一个老汉吊在一棵松树上;恐怕连达夫尼斯也难逃厄运,因为他会认为是山羊干的这桩勾当。”
- 4.8.1ἔκλαυσε δ’ ἄν τις καὶ ξένος ἐπιστάς
由 ἄν 与不定过去时直陈式 ἔκλαυσε 构成的过去潜能(非真实条件句表述)。分词 ἐπιστάς(不定过去时主动阳性主格单数)带有条件意味(“若是过路之人驻足得见”)。
- 4.8.2Φεῦ τῆς ῥοδωνιᾶς
感叹词 φεῦ 引起的感叹属格(genitive of exclamation)。其后的 τῆς ἰωνιᾶς 和 τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων 亦属同一结构,后接的 ὡς 从句与关系代词从句(οὓς...)说明了悲叹的原因。
- 4.8.4ὡς τῶν αἰγῶν ταῦτα εἰργασμένων
由 ὡς 引导的属格独立结构(genitive absolute),表示主句主语(主人)心中可能抱有的主观认定或借口(“认定这是山羊干的”)。
