- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.7.1-4.7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
牧牛人兰庇斯因向克洛埃求婚受阻而心生嫉恨,趁夜潜入并大肆摧残主人钟爱的游园花卉;翌晨拉蒙一家发现这一惨状,陷入极度悲痛之中。
Λάμπις τις ἦν ἀγέρωχος βουκόλος. Οὗτος καὶ αὐτὸς ἐμνᾶτο τὴν Χλόην παρὰ τοῦ Δρύαντος καὶ δῶρα ἤδη πολλὰ ἐδεδώκει σπεύδων τὸν γάμον.
有个蛮横的牧牛人名叫兰庇斯。他也急于成婚,正向德律阿斯求娶克洛埃,并且已经送去了许多礼物。
Αἰσθόμενος οὖν ὡς, εἰ συγχωρηθείη παρὰ τοῦ δεσπότου, Δάφνις αὐτὴν ἄξεται,1 τέχνην ἐζήτει, δι’ ἧς τὸν δεσπότην αὐτοῖς ποιήσει πικρόν· καὶ εἰδὼς πάνυ αὐτὸν τῷ παραδείσῳ τερπόμενον, ἔγνω τοῦτον ὅσον οἷός τέ ἐστι διαφθεῖραι καὶ ἀποκοσμῆσαι.
因此,当他察知若得到主人的许可,达夫尼斯便会娶她时,就设法寻找一条毒计,好让主人对他们严厉苛待;而他深知主人极爱那座游园,便决意尽其所能将其毁坏摧残、剥夺它的美观。
Δένδρα μὲν οὖν τέμνων ἔμελλεν ἁλώσεσθαι διὰ τὸν κτύπον· ἐπεῖχε δὲ τοῖς ἄνθεσιν, ὥστε διαφθεῖραι αὐτά.2 Νύκτα δὴ φυλάξας καὶ ὑπερβὰς τὴν αἱμασιὰν τὰ μὲν ἀνώρυξε, τὰ δὲ κατέκλασε, τὰ δὲ κατεπάτησεν ὥσπερ σῦς. Καὶ ὁ μὲν λαθὼν ἀπεληλύθει· Λάμων δὲ τῆς ἐπιούσης παρελθὼν εἰς τὸν κῆπον ἔμελλεν ὕδωρ αὐτοῖς ἐκ τῆς πηγῆς ἐπάξειν.
若是砍伐树木,由于声响势必容易被捉;于是他把目标转向了花朵,意图将它们摧毁。于是他守候到黑夜,翻过石墙,把有些花连根掘起,有些折断,还有些像野猪一样踩踏成泥。随后他便神不知鬼不觉地离去了;然而次日,拉蒙来到花园,本打算从泉水那里引水来浇灌它们。
Ἰδὼν δὲ πᾶν τὸ χωρίον δεδῃωμένον καὶ ἔργον οἷον ἄν ἐχθρός, οὐ λῃστὴς ἐργάσαιτο,3 κατερρήξατο μὲν εὐθὺς τὸν χιτωνίσκον, βοῇ δὲ μεγάλῃ θεοὺς ἀνεκάλει, ὥστε καὶ ἡ Μυρτάλη τὰ ἐν χερσὶ καταλιποῦσα ἐξέδραμε καὶ ὁ Δάφνις ἐάσας τὰς αἶγας ἀνέδραμε· καὶ ἰδόντες ἐβόων καὶ βοῶντες ἐδάκρυον.
但一见整块地方遭到蹂躏,呈现出一副唯有仇敌、而非盗贼才会干出的景象,他立刻撕破内衣,放声大呼诸神,以致密尔塔勒也丢下手头的事跑了出来,达夫尼斯丢下山羊奔了过来;他们一见此景便大声哀号,一边哀号一边痛哭。
- 4.7.2ὡς, εἰ συγχωρηθείη παρὰ τοῦ δεσπότου, Δάφνις αὐτὴν ἄξεται
在 ὡς 引导的间接引语中,结论句动词 ἄξεται 保留了直接引语的将来时直陈语气;而条件从句中的动词 συγχωρηθείη 则因受过去时语境(αἰσθόμενος 和 ἐζήτει)的影响,从虚拟语气转为了间接引语斜法祈愿语气。
- 4.7.3ἐπεῖχε δὲ τοῖς ἄνθεσιν, ὥστε διαφθεῖραι αὐτά
动词 ἐπέχω 支配与格(τοῖς ἄνθεσιν),意为“将注意力或目标指向某物”。在此语境下,它与前文放弃砍伐树木形成对比,表示他转而把破坏的目标瞄准了花圃。
- 4.7.5ἔργον οἷον ἄν ἐχθρός, οὐ λῃστὴς ἐργάσαιτο
由关系代词 οἷον 加上 ἄν 与祈愿语气动词 ἐργάσαιτο 构成的潜势祈愿语气结构。此处形成鲜明对比:盗贼掠夺财物,而此等纯粹的残害践踏,唯有怀着仇恨的敌人才可能做得出来。
