- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.33.1-4.33.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
乡间的庆祝告一段落后,众人重赏德律阿斯并恩赐拉蒙,随后返回米提利尼,全城居民见到归来的达夫尼斯与克洛埃皆为二人的绝世容貌倾倒。
Ἐπεὶ δὲ ἅλις ἦν τῶν κατ’ ἀγρὸν ἑορτῶν, ἔδοξε βαδίζειν εἰς τὴν πόλιν καὶ τούς τε τῆς Χλόης πατέρας1 ἀναζητεῖν καὶ περὶ τὸν γάμον αὐτῶν μηκέτι βραδύνειν.
乡间的节庆既已尽兴,他们便决定前往城里,寻访克洛埃的双亲,并不再迁延二人的婚事。
Ἕωθεν οὖν συσκευασάμενοι τῷ Δρύαντι μὲν ἔδωκαν ἄλλας τρισχιλίας, τῷ Λάμωνι δὲ τὴν ἡμίσειαν μοῖραν τῶν ἀγρῶν θερίζειν καὶ τρυγᾶν καὶ τὰς αἶγας ἅμα τοῖς αἰπόλοις καὶ ζεύγη βοῶν τέτταρα καὶ ἐσθῆτας χειμερινὰς καὶ ἐλευθέραν τὴν γυναῖκα·2 καὶ μετὰ τοῦτο ἤλαυνον ἐπὶ Μυτιλήνην ἵπποις καὶ ζεύγεσι καὶ τρυφῇ πολλῇ.
于是拂晓时分,他们收拾妥当,又给了德律阿斯三千德拉克马;对于拉蒙,则准许他收获半数田地的庄稼并采摘葡萄,还将山羊连同牧羊人、四对耕牛、冬衣一并赐予他,并释放了他的妻子为自由人。此后,他们备齐马匹、车辆,极其铺张地驱车前往米提利尼。
Τότε μὲν οὖν ἔλαθον τοὺς πολίτας, νυκτὸς κατελθόντες· τῆς δὲ ἐπιούσης ὄχλος ἠθροίσθη περὶ τὰς θύρας ἀνδρῶν, γυναικῶν. Οἱ μὲν τῷ Διονυσοφάνει συνήδοντο παῖδα εὑρόντι, καὶ μᾶλλον ὁρῶντες τὸ κάλλος τοῦ Δάφνιδος· αἱ δὲ τῇ Κλεαρίστῃ συνέχαιρον ἅμα κομιζούσῃ καὶ παῖδα καὶ νύμφην.
当时他们是在夜里抵达,因而未曾惊动城中公民;但到了次日,男男女女便聚集在门前。男人们向找回儿子的狄奥尼索法涅斯道贺,亲眼见到达夫尼斯的美貌后更是为他欣喜;妇女们则向同时带回儿子与新娘的克莱阿里斯特表示同喜。
Ἐξέπλησσε γὰρ κἀκείνας ἡ Χλόη κάλλος ἐκφαίνουσα παρευδοκιμηθῆναι μὴ δυνάμενον· ὅλη γὰρ ἐκίττα ἡ πόλις ἐπὶ τῷ μειρακίῳ καὶ τῇ παρθένῳ· καὶ εὐδαιμόνιζον μὲν ἤδη τὸν γάμον, εὔχοντο δὲ καὶ τὸ γένος ἄξιον τῆς μορφῆς εὑρεθῆναι τῆς κόρης· καὶ γυναῖκες πολλαὶ τῶν μέγα πλουσίων ἠράσαντο θεοῖς αὐταὶ πιστευθῆναι μητέρες3 θυγατρὸς οὕτω καλῆς.
因为克洛埃展现出无可比拟的绝伦美貌,令那些妇女也惊羡不已;整座城池都为这对少年男女而热烈倾倒。人们既已在为这桩婚姻祝福,又祈求这位少女的身世能被证实配得上她的美貌;许多巨富人家的妇人甚至向诸神祈求,愿自己被认定为这样美丽的女儿的母亲。
- 4.33.1τούς τε τῆς Χλόης πατέρας
阳性复数 πατέρας 在此按惯用法指“父母/双亲”(相当于 γονεῖς),而非多位父亲。
- 4.33.2ἐλευθέραν τὴν γυναῖκα
形容词 ἐλευθέραν 无冠词,置于带冠词的名词 τὴν γυναῖκα 之前构成述语位置,由前面的动词 ἔδωκαν 支配,起到使成宾语补足语的作用,意即“赐其妻以自由身(释放其妻)”。
- 4.33.4αὐταὶ πιστευθῆναι μητέρες
由于主句动词 ἠράσαντο 的主语(γυναῖκες πολλαί)与不定式 πιστευθῆναι 的逻辑主语同一,此处采用了主格不定式结构(nominativus cum infinitivo)。因此强调代词 αὐταί 及被动不定式的表语名词 μητέρες 均受吸引而作主格,而非宾格。
