← 朗格斯

达夫尼斯与克洛伊

§4.32.1-4.32.4

克洛埃的美貌与牧羊器具的奉献

盛装打扮的克洛埃美貌惊艳众人,在接续的宴饮中,她将牧羊器具奉献给神明,并祈求自己亲生父母的身份配得上与达夫尼斯成婚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.32.1

Ἦν οὖν μαθεῖν1 οἷόν ἐστι τὸ κάλλος, ὅταν κόσμον προσλάβῃ. Ἐνδυθεῖσα γὰρ ἡ Χλόη καὶ ἀναπλεξαμένη τὴν κόμην καὶ ἀπολούσασα τὸ πρόσωπον εὐμορφοτέρα τοσοῦτον ἐφάνη πᾶσιν, ὥστε καὶ Δάφνις αὐτὴν μόλις ἐγνώρισεν.

由此便可见出,美貌一旦增添了修饰会是何等光彩。因为克洛埃穿上盛装,挽起秀发,洗净面庞之后,在所有人看来都变得如此明艳动人,以至于连达夫尼斯也几乎认不出她来。

§4.32.2

Ὤμοσεν ἄν τις2 καὶ ἄνευ τῶν γνωρισμάτων ὅτι τοιαύτης κόρης οὐκ ἦν Δρύας πατήρ. Ὅμως μέντοι παρῆν καὶ αὐτὸς καὶ συνειστιᾶτο μετὰ τῆς Νάπης, συμπότας ἔχων ἐπὶ κλίνης ἰδίας τὸν Λάμωνα καὶ τὴν Μυρτάλην.

即便没有那些辨认之物,任何人都会起誓断定,这样的少女绝不可能以德律阿斯为父。然而他自己毕竟也到场了,并与纳佩一同宴饮,在自己的卧榻上与拉蒙和米耳塔勒同席作伴。

§4.32.3

Πάλιν οὖν ταῖς ἑξῆς ἡμέραις ἐθύετο ἱερεῖα καὶ κρατῆρες ἵσταντο καὶ ἀνετίθει καὶ Χλόη τὰ ἑαυτῆς, τὴν σύριγγα, τὴν πήραν, τὸ δέρμα, τοὺς γαυλούς· ἐκέρασε δὲ καὶ τὴν πηγὴν οἴνῳ τὴν ἐν τῷ ἄντρῳ, ὅτι καὶ ἐτράφη παρ’ αὐτῇ, καὶ ἐλούσατο πολλάκις ἐν αὐτῇ·

因此,在随后的日子里,人们再次献上牺牲,摆设混酒钵,克洛埃也把自己的物品奉纳给神明:排箫、皮袋、兽皮和奶桶。她还把酒注入洞中的泉水之中,因为她曾在泉旁被抚育长大,也曾多次在其中沐浴。

§4.32.4

ἐστεφάνωσε καὶ τὸν τάφον τῆς οἰός, δείξαντος Δρύαντος, καὶ ἐσύρισέ τι καὶ αὐτὴ τῇ ποίμνῃ, καὶ ταῖς θεαῖς συρίσασα εὔξατο τοὺς ἐκθέντας εὑρεῖν ἀξίους τῶν Δάφνιδος γάμων.3

在德律阿斯的指引下,她又给那只母羊的坟墓戴上花冠,自己也对着羊群吹奏了一会儿;在向女神们吹奏之后,她祈求能发现抛弃自己的父母是配得上与达夫尼斯结为姻缘的人。

语法注3 条
  1. 4.32.1Ἦν οὖν μαθεῖν

    ἦν 与不定式 μαθεῖν 连用,构成表示可能性的无人称结构(相当于 ἐξῆν),意为“可以得知/看到”。

  2. 4.32.2Ὤμοσεν ἄν τις

    不定代词 τις 搭配直陈式过去时 ὤμοσεν 及助词 ἄν,构成表示过去可能/假定的推测语气(“任何人都会起誓……”)。

  3. 4.32.4εὔξατο τοὺς ἐκθέντας εὑρεῖν ἀξίους τῶν Δάφνιδος γάμων

    动词 εὔξατο(祈求)后接带宾语的不定式结构:εὑρεῖν(发现/找到)在语境中的逻辑主语是克洛埃,τοὺς ἐκθέντας(抛弃她的人/亲生父母)为其宾语,ἀξίους(相配的)充当宾语补足语(述语宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.32.1-4.32.4