← 朗格斯

达夫尼斯与克洛伊

§3.9.1-3.9.5

留宿克洛埃家与达夫尼斯的夜半相思

餐后克洛埃的父母称赞达夫尼斯,并留他住宿以便参加次日的祭祀。众人享用了第二顿餐宴后各自就寝,达夫尼斯与克洛埃的父亲同眠,幻想着对方是克洛埃而频频拥抱亲吻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1

Ἡ μὲν δὴ τράπεζα ταχέως ἐγένετο κενὴ ἄρτων καὶ κρεῶν· καθήμενοι δὲ περὶ τῆς Μυρτάλης καὶ τοῦ Λάμωνος ἐπυνθάνοντο καὶ εὐδαιμόνιζον αὐτοὺς τοιούτου γηροτρόφου εὐτυχήσαντας.

餐桌上的面包和肉很快就被一扫而空;众人坐着,询问起弥耳塔勒和拉蒙的近况,称赞他们有幸得到这样一位赡养晚年之人真是福气。

§3.9.2

Καὶ τοῖς ἐπαίνοις μὲν ἥδετο Χλόης ἀκροωμένης· ὅτε δὲ κατεῖχον αὐτόν, ὡς θύσοντες Διονύσῳ τῆς ἐπιούσης ἡμέρας, μικροῦ δεῖν1 ὑφ’ ἡδονῆς ἐκείνους ἀντὶ τοῦ Διονύσου προσεκύνησεν.

克洛埃在旁倾听,达夫尼斯听到这些夸奖自是心生欢喜;而当他们挽留他、说第二天要向狄俄尼索斯献祭时,他高兴得几乎要撇下狄俄尼索斯而拜倒在他们面前。

§3.9.3

Αὐτίκα οὖν ἐκ τῆς πήρας προυκόμιζε μελιτώματα πολλὰ καὶ τοὺς θηραθέντας δὲ τῶν ὀρνίθων· καὶ τούτους ἐς τράπεζαν νυκτερινὴν ηὐτρέπιζον. Δεύτερος κρατὴρ ἵστατο καὶ δεύτερον πῦρ ἀνεκάετο.

于是,他立刻从皮囊中取出许多蜂蜜点心,还有捕获的鸟雀;他们便将这些备办成夜间的餐宴。第二口调酒瓮被端了上来,第二炉炭火也生了起来。

§3.9.4

Καὶ ταχὺ μάλα νυκτὸς γενομένης, δευτέρας τραπέζης ἐνεφοροῦντο, μεθ’ ἣν τὰ μὲν μυθολογήσαντες τὰ δὲ ᾄσαντες εἰς ὕπνον ἐχώρουν, Χλόη μετὰ τῆς μητρός, Δρύας ἅμα Δάφνιδι.

夜色很快降临,他们尽情享用了第二顿餐宴;餐后他们有的讲述故事,有的吟唱歌谣,随后各自就寝,克洛埃同母亲一起,德律阿斯同达夫尼斯一道。

§3.9.5

Χλόῃ μὲν οὖν οὐδὲν χρηστὸν ἦν ὅτι μὴ2 τῆς ἐπιούσης ἡμέρας ὀφθησόμενος ὁ Δάφνις· Δάφνις δὲ κενὴν τέρψιν ἐτέρπετο· τερπνὸν γὰρ ἐνόμιζε καὶ πατρὶ συγκοιμηθῆναι Χλόης· ὥστε καὶ περιέβαλλεν αὐτὸν καὶ κατεφίλει πολλάκις, ταῦτα πάντα ποιεῖν Χλόην ὀνειροπολούμενος.3

对于克洛埃来说,除了第二天还能见到达夫尼斯之外,别无其他安慰;达夫尼斯却自得于一种空幻的欢愉。因为他觉得,单是能与克洛埃的父亲同榻而眠,便已是一桩乐事;以至于他不住地拥抱他、亲吻他,心中幻想着自己是在对克洛埃做着这一切。

语法注3 条
  1. 3.9.2μικροῦ δεῖν

    由绝对不定词 δεῖν 构成的惯用表达,意为“几乎”、“差一点”。它修饰直陈语气不定过去时动词 προσεκύνησεν,生动地表现出达夫尼斯在狂喜之中几乎要把克洛埃的父母当作神明来叩拜。

  2. 3.9.5ὅτι μὴ

    表示排除或限定的连词短语,意为“除了……之外”(相当于 εἰ μή)。此处后接由主格分词构成的短语 ὁ Δάφνις ὀφθησόμενος(次日能见到达夫尼斯),起到相当于名词从句的作用,作为 οὐδὲν χρηστὸν ἦν 的唯一例外。

  3. 3.9.5ταῦτα πάντα ποιεῖν Χλόην ὀνειροπολούμενος

    此处将动词 ποιέω 解构为带双重宾格的句式(物之宾格 ταῦτα πάντα 与人之宾格 Χλόην),意为“对克洛埃做这一切”。鉴于紧接的前文中主动拥抱和亲吻德律阿斯的施事者正是达夫尼斯本人,将 Χλόην 视为动作的对象(“梦见自己正对克洛埃做这一切”),比将其视作不定词的逻辑主语(“梦见克洛埃正做这一切”)更为合乎逻辑与语境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.9.1-3.9.5