- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.8.1-3.8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯展示猎物并讲述打猎经过,受到众人的赞赏和款待。克洛埃虽然装作生气的样子,但在把酒递给达夫尼斯前先抿了一口,达夫尼斯为了延长这份欢悦而缓缓饮下。
Τυχὼν οὖν ὁ Δάφνις παρ’ ἐλπίδας καὶ φιλήματος καὶ Χλόης τοῦ τε πυρὸς ἐκαθέσθη πλησίον καὶ ἐπὶ τὴν τράπεζαν ἀπὸ τῶν ὤμων τὰς φάττας ἀπεφορτίσατο καὶ τοὺς κοψίχους, καὶ διηγεῖτο πῶς ἀσχάλλων πρὸς τὴν οἰκουρίαν ὥρμησε πρὸς ἄγραν, καὶ ὅπως τὰ μὲν αὐτῶν βρόχοις τὰ δὲ ἰξῷ λάβοι τῶν μύρτων καὶ τοῦ κιττοῦ γλιχόμενα.
于是,达夫尼斯出乎意料地得到了亲吻和克洛埃,便在火旁坐下,从肩上将斑鸠和乌鸫卸到餐桌上。他讲述了自己如何因耐不住呆在家中而动身去打猎,以及这些鸟雀在贪食香桃木和常春藤果实时,他如何用套索捉住一部分、用捕鸟胶捉住另一部分。
Οἱ δὲ ἐπῄνουν τὸ ἐνεργὸν καὶ ἐκέλευον ἐσθίειν ὧν ὁ κύων κατέλιπεν,1 ἐκέλευον δὲ καὶ τῇ Χλόῃ πιεῖν ἐγχέαι.2 Καὶ ἣ χαίρουσα τοῖς τε ἄλλοις ὤρεξε καὶ Δάφνιδι μετὰ τοὺς ἄλλους· ἐσκήπτετο γὰρ ὀργίζεσθαι, διότι ἐλθὼν ἔμελλεν ἀποτρέχειν οὐκ ἰδών· ὅμως μέντοι πρὶν προσενεγκεῖν ἀπέπιεν, εἶθ’ οὕτως ἔδωκεν. Ὁ δέ, καίτοι διψῶν, βραδέως ἔπινε, παρέχων ἑαυτῷ διὰ τῆς βραδυτῆτος μακροτέραν ἡδονήν.
众人称赞他的勤勉能干,让他吃那条狗留下的食物,并吩咐克洛埃给他倒酒喝。克洛埃满心欢喜,依次给其他人递酒,最后才递给达夫尼斯;因为她假装生气,怪他既然来了却差点没见她一面就跑掉。然而,她在端过去之前先抿了一小口,然后才递给了他。他虽然口渴,却喝得很慢,想借着这迟缓为自己带来更持久的欢愉。
- 3.8.2ὧν ὁ κύων κατέλιπεν
关系代词 ὧν 本应为宾格 ἅ,但由于先行词(τούτων 等)被省略,且作为主要动词 ἐσθίειν 所要求的部分属格,因而发生了同化(格吸引)。
- 3.8.2ἐκέλευον δὲ καὶ τῇ Χλόῃ πιεῖν ἐγχέαι
不定式 πιεῖν 在此用作动词 ἐγχέαι 的说明性/目的性不定式(epexegetical infinitive),意为“倒(酒)来喝”或“倒给他喝”。
