- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:39.1-39.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了通往崇高的第五个要素,即言辞的布局组合(谐调),并借助器乐比喻阐明其震撼心灵与激发激情的功效。随后通过德摩斯梯尼的名句,剖析词序变化与音节增减对节奏的影响,以此证明音律谐调对构成崇高的关键作用。
Ἡ πέμπτη μοῖρα τῶν συντελουσῶν εἰς τὸ ὕψος, ὧν γε ἐν ἀρχῇ προὐθέμεθα,1 ἔθ’ ἡμῖν λείπεται, κράτιστε, ἡ διὰ τῶν λόγων αὐτὴ ποιὰ σύνθεσις. ὑπὲρ ἧς ἐν δυσὶν ἀποχρώντως ἀποδεδωκότες συντάγμασιν, ὅσα γε τῆς θεωρίας ἦν ἡμῖν ἐφικτά, τοσοῦτον ἐξ ἀνάγκης προσθείημεν ἂν εἰς τὴν παροῦσαν ὑπόθεσιν, ὡς οὐ μόνον ἐστὶ πειθοῦς καὶ ἡδονῆς ἡ ἁρμονία φυσικὸν ἀνθρώποις, ἀλλὰ καὶ μεγαληγορίας καὶ πάθους θαυμαστόν τι ὄργανον.
最尊贵的朋友,我们在开篇所提出的有助于崇高的诸要素中,第五个部分如今尚留待我们探讨,这便是言辞本身的某种特定组合。关于这一点,我们已经在两部著作中、在我们理论所能企及的范围内作了充分的阐明,因而对于当前的论题,我们只需必然地补充这一点:谐调对于人类而言,不仅是说服与快感的天然工具,更是崇高宏辞与激情的奇妙工具。
οὐ γὰρ αὐλὸς μὲν ἐντίθησίν τινα πάθη2 τοῖς ἀκροωμένοις καὶ οἷον ἔκφρονας καὶ κορυβαντιασμοῦ πλήρεις ἀποτελεῖ, καὶ βάσιν ἐνδούς τινα ῥυθμοῦ πρὸς ταύτην ἀναγκάζει βαίνειν ἐν ῥυθμῷ καὶ συνεξομοιοῦσθαι τῷ μέλει τὸν ἀκροατήν, κἂν ἄμουσος ᾖ παντάπασι, καὶ νὴ Δία φθόγγοι κιθάρας, οὐδὲν ἁπλῶς σημαίνοντες, ταῖς τῶν ἤχων μεταβολαῖς καὶ τῇ πρὸς ἀλλήλους κρούσει καὶ μίξει τῆς συμφωνίας θαυμαστὸν ἐπάγουσι πολλάκις, ὡς ἐπίστασαι, θέλγητρον (καίτοι ταῦτα εἴδωλα καὶ μιμήματα νόθα ἐστὶ πειθοῦς, οὐχὶ τῆς ἀνθρωπείας φύσεως, ὡς ἔφην, ἐνεργήματα γνήσια), οὐκ οἰόμεθα δ’ ἄρα τὴν σύνθεσιν, ἁρμονίαν τινὰ οὖσαν λόγων ἀνθρώποις ἐμφύτων καὶ τῆς ψυχῆς αὐτῆς, οὐχὶ τῆς ἀκοῆς μόνης ἐφαπτομένων, ποικίλας κινοῦσαν ἰδέας ὀνομάτων νοήσεων πραγμάτων κάλλους εὐμελείας, πάντων ἡμῖν ἐντρόφων καὶ συγγενῶν, καὶ ἅμα τῇ μίξει καὶ πολυμορφίᾳ τῶν ἑαυτῆς φθόγγων τὸ παρεστὼς τῷ λέγοντι πάθος εἰς τὰς ψυχὰς τῶν πέλας παρεισάγουσαν καὶ εἰς μετουσίαν αὐτοῦ τοὺς ἀκούοντας ἀεὶ καθιστᾶσαν, τῇ τε τῶν λέξεων ἐποικοδομήσει τὰ μεγέθη συναρμόζουσαν, δι’ αὐτῶν τούτων κηλεῖν τε ὁμοῦ, καὶ πρὸς ὄγκον τε καὶ ἀξίωμα καὶ ὕψος καὶ πᾶν ὃ ἐν αὑτῇ περιλαμβάνει καὶ ἡμᾶς ἑκάστοτε συνδιατιθέναι, παντοίως ἡμῶν τῆς διανοίας ἐπικρατοῦσαν; ἀλλ’ εἰ καὶ μανία τὸ περὶ τῶν οὕτως ὁμολογουμένων διαπορεῖν, ἀποχρῶσα γὰρ ἡ πεῖρα πίστις, ὑψηλόν γέ που δοκεῖ νόημα καὶ ἔστι τῷ ὄντι θαυμάσιον, ὃ τῷ ψηφίσματι ὁ Δημοσθένης ἐπιφέρει· "τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος·" ἀλλ’ αὐτῆς τῆς διανοίας οὐκ ἔλαττον τῇ ἁρμονίᾳ πεφώνηται· ὅλον τε γὰρ ἐπὶ τῶν δακτυλικῶν εἴρηται ῥυθμῶν· εὐγενέστατοι δ’ οὗτοι καὶ μεγεθοποιοί, διὸ καὶ τὸ ἡρῷον, ὧν ἴσμεν κάλλιστον, μέτρον συνιστᾶσι· τό τε ἐπείτοιγε ἐκ τῆς ἰδίας αὐτὸ χώρας μετάθες, ὅποι δὴ ἐθέλεις, τοῦτο τὸ ψήφισμα, ὥσπερ νέφος, ἐποίησε τὸν τότε κίνδυνον παρελθεῖν, ἢ νὴ Δία μίαν ἀπόκοψον συλλαβὴν μόνον ἐποίησε παρελθεῖν ὡς νέφος, καὶ εἴσῃ πόσον ἡ ἁρμονία τῷ ὕψει συνηχεῖ. αὐτὸ γὰρ τὸ ὥσπερ νέφος ἐπὶ μακροῦ τοῦ πρώτου ῥυθμοῦ βέβηκε, τέρασι καταμετρουμένου χρόνοις·3 ἐξαιρεθείσης δὲ τῆς μιᾶς συλλαβῆς ὡς νέφος εὐθὺς ἀκρωτηριάζει τῇ συγκοπῇ τὸ μέγεθος, ὡς ἔμπαλιν, ἐὰν ἐπεκτείνῃς παρελθεῖν ἐποίησεν ὡσπερεὶ νέφος, τὸ αὐτὸ σημαίνει, οὐ τὸ αὐτὸ δὲ ἔτι προσπίπτει, ὅτι τῷ μήκει τῶν ἄκρων χρόνων συνεκλύεται καὶ διαχαλᾶται τὸ ὕψος τὸ ἀπότομον.
因为管乐难道不是把某种激情注入听众心中,使他们仿佛神魂颠倒、满怀科律班特式的狂乱,并且赋予某种节奏的节拍,迫使听者哪怕完全不懂乐理,也要随着节奏踏步并同化于旋律之中吗?而且指天发誓,基萨拉琴的声音虽然本身毫无表意,但正如你所知,往往通过音调的变换、彼此的弹奏碰撞以及和声的交融,带来奇妙的魅惑。(尽管这些不过是说服的幻影和劣质摹仿,正如我所说,并非人类天性的纯正运作。) 既然如此,组合——作为人类天生的、触及心灵本身而非仅触及听觉的言辞之谐调;唤起关于词句、思想、事物、美与悦耳韵律的各种观念(这一切皆滋养于我们心中且与我们同质);同时凭借自身声音的交融与多样性,将说话者当下的激情导入身旁之人的心灵,使听者始终与这激情产生共鸣;并通过言辞的构筑将宏大整饬为一体——难道我们不会认为,正是借助这一切,它在一同施展魅力的同时,使我们时时契合于庄严、尊严、崇高以及它自身所涵括的一切,从各个方面统摄我们的理智吗?不过,对如此公认之事提出疑问简直是发疯,因为经验本身便已是充分的明证——德摩斯梯尼在他的决议案后所补述的这句话,似乎无疑是一种崇高的思想,并且确实令人叹服: “这项决议使当时笼罩城邦的危险如同一片云彩般消散逝去。” 然而,这句话之所以掷地有声,其谐调之功绝不亚于思想本身。因为整句话都是以扬抑抑格节奏说出的;这些节奏最高贵且最能造就宏大,因而也构成了我们所知最优美的英雄诗格。无论如何,只要你把它从原本的位置移置到你随意的任何地方: “这项决议,如同一片云彩,使当时的危险消散逝去,”或者指天发誓,仅仅截去一个音节: “使消散逝去如一片云,”你便会明白谐调与崇高的共鸣是何等深切。因为单单是“如同一片云彩”这几个字,就建立在以四个拍子衡量的漫长第一节奏之上;但一旦剔除那一个音节: “如一片云,”这一截断就会立刻损害其宏大;反之,如果你将它延展为: “使消散逝去宛如一片云彩一般,”它虽表达同样的意思,却不再以同样的方式打动人心,因为那陡峭的崇高因末端拍子的冗长而随之涣散松弛了。
- 39.1ὧν γε ἐν ἀρχῇ προὐθέμεθα
关系代词的格吸引(attractio relativi)。作为动词 προὐθέμεθα 的直接宾语,此处原本应使用宾格 ἅ,但在先行词 τῶν συντελουσῶν(或隐含的 τούτων)的属格影响下被吸引为属格 ὧν。
- 39.2οὐ γὰρ αὐλὸς μὲν ἐντίθησίν τινα πάθη
整句构成一个宏大的推论式反问长周期句(a fortiori)。前半部分以并列从句铺叙管弦乐器的感发力(οὐ γὰρ αὐλὸς μὲν ... 与 καὶ νὴ Δία φθόγγοι κιθάρας ...);在插入语(καίτοι ταῦτα...)之后,主句由 οὐκ οἰόμεθα δ’ ἄρα 统领宾格加不定式结构,宾格主语 τὴν σύνθεσιν 统摄不定式 κηλεῖν 与 συνδιατιθέναι。宾格主语本身由一系列相承的分词(οὖσαν, κινοῦσαν, παρεισάγουσαν, καθιστᾶσαν, συναρμόζουσαν, ἐπικρατοῦσαν)予以大幅修饰与扩充。
- 39.4τέρασι καταμετρουμένου χρόνοις
写本所传的 τέρασι 在格律语境下被普遍判定为 τέτρασι(“以四个音时/节拍”)的笔误。此处指 ὥσπερ 的第一节奏由四个音时(长音加两个短音,或两个长音)计量。
