← 伪朗吉努斯

论崇高

§38.1-38.6

夸张法的界限与情境激发的信服力

作者借伊索克拉底之例警告过分夸张反而有损可信度,并引用修昔底德和希罗多德等人的例证,阐明唯有在强烈激情与迫切情境的推动下自然生发的夸张才具有信服力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

στοι καὶ αἱ τοιαῦται· "εἰ μὴ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε." διόπερ εἰδέναι χρὴ τὸ μέχρι ποῦ παροριστέον ἕκαστον· τὸ γὰρ ἐνίοτε περαιτέρω προεκπίπτειν ἀναιρεῖ τὴν ὑπερβολὴν καὶ τὰ τοιαῦτα ὑπερτεινόμενα χαλᾶται, ἔσθ’ ὅτε δὲ καὶ εἰς ὑπεναντιώσεις ἀντιπεριΐσταται.

……或者诸如此类:“除非你们把被践踏在脚后跟里的脑子带着走。” 因此,必须明了每一种修辞应当界定到何处为止;因为有时冲得过头反而会毁掉夸张,此类修辞一旦拉得过紧就会松弛下来,有时甚至会倒转为完全相反的效果。

§38.2

ὁ γοῦν Ἰσοκράτης οὐκ οἶδ’ ὅπως παιδὸς πρᾶγμα ἔπαθεν διὰ τὴν τοῦ πάντα αὐξητικῶς ἐθέλειν λέγειν φιλοτιμίαν. ἔστι μὲν γὰρ ὑπόθεσις αὐτῷ τοῦ Πανηγυρικοῦ λόγου, ὡς ἡ Ἀθηναίων πόλις ταῖς εἰς τοὺς Ἕλληνας εὐεργεσίαις ὑπερβάλλει τὴν Λακεδαιμονίων, ὁ δ’ εὐθὺς ἐν τῇ εἰσβολῇ ταῦτα τίθησιν· "ἔπειθ’ οἱ λόγοι τοσαύτην ἔχουσι δύναμιν, ὥσθ’ οἷόν τ’ εἶναι καὶ τὰ μεγάλα ταπεινὰ ποιῆσαι καὶ τοῖς μικροῖς περιθεῖναι μέγεθος, καὶ τὰ παλαιὰ καινῶς εἰπεῖν καὶ περὶ τῶν νεωστὶ γεγενημένων ἀρχαίως διελθεῖν." οὐκοῦν, φησί τις, Ἰσόκρατες, οὕτως μέλλεις καὶ τὰ περὶ Λακεδαιμονίων καὶ Ἀθηναίων ἐναλλάττειν; σχεδὸν γὰρ τὸ τῶν λόγων ἐγκώμιον ἀπιστίας τῆς καθ’ αὑτοῦ τοῖς ἀκούουσι παράγγελμα καὶ προοίμιον ἐξέθηκε.1

伊索克拉底就不知何故因一心要将一切夸大铺叙的野心而犯下了孩童般的过失。因为他的《泛希腊集会辞》的主旨原本在于雅典城邦对希腊人的恩德超越了拉栖代梦人,然而他一开头就在序言中写下了这样的话: “况且言语拥有如此巨大的力量,以至于能够使伟大的事物变得卑下,将宏大赋予微细之事,用新颖的方式讲述旧事,并以古朴的方式论述近来发生的事。” “那么,伊索克拉底,”有人会说,“你难道也打算以此方式颠倒关于拉栖代梦人和雅典人的事迹吗?”因为他对言辞的这番颂扬,简直就等于向听众摆出了一道防备并怀疑他本人的警示和序引。

§38.3

μήποτ’ οὖν ἄρισται τῶν ὑπερβολῶν, ὡς καὶ ἐπὶ τῶν σχημάτων προείπομεν, αἱ αὐτὸ τοῦτο διαλανθάνουσαι ὅτι εἰσὶν ὑπερβολαί. γίνεται δὲ τὸ τοιόνδε, ἐπειδὰν ὑπὸ ἐκπαθείας μεγέθει τινὶ συνεκφωνῶνται περιστάσεως, ὅπερ ὁ Θουκυδίδης ἐπὶ τῶν ἐν Σικελίᾳ φθειρομένων ποιεῖ. "οἵ τε γὰρ Συρακούσιοι" φησὶν "ἐπικαταβάντες τοὺς ἐν τῷ ποταμῷ μάλιστα ἔσφαζον, καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο· ἀλλ’ οὐδὲν ἧσσον ἐπίνετο ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ τοῖς πολλοῖς ἔτι ἦν περιμάχητον." αἷμα καὶ πηλὸν πινόμενα ὅμως εἶναι περιμάχητα ἔτι ποιεῖ πιστὸν ἡ τοῦ πάθους ὑπεροχὴ καὶ περίστασις.2

由此可见,正如我们此前论及句式时所说的那样,最好的夸张法或许就是那种令人完全不觉其为夸张的夸张。而当它们在激情的推动下、与某种情境的宏大相协调而脱口而出时,这种情况就会产生;这正如修昔底德在叙述那些在西西里丧生的人们时所做的那样。 “因为叙拉古人,”他说,“冲将下来,尤其屠杀河中的人,水立刻变得污秽不堪;然而尽管如此,混着泥浆并染透鲜血的水仍然被饮用,而且仍然为大多数人所争夺。” 血和泥水被饮用却仍受争夺,这一点之所以可信,乃是由于情感的极度强烈与情境的危急。

§38.4

καὶ τὸ Ἡροδότειον ἐπὶ τῶν ἐν Θερμοπύλαις ὅμοιον. "ἐν τούτῳ" φησὶν "ἀλεξομένους μαχαίρῃσιν, ὅσοις αὐτῶν ἔτι ἐτύγχανον περιοῦσαι, καὶ χερσὶ καὶ στόμασι, κατέχωσαν οἱ βάρβαροι." ἐνταῦθ̓, οἷόν ἐστι τὸ καὶ στόμασι μάχεσθαι πρὸς ὡπλισμένους καὶ ὁποῖόν τι τὸ κατακεχῶσθαι βέλεσιν, ἐρεῖς,3 πλὴν ὁμοίως ἔχει πίστιν· οὐ γὰρ τὸ πρᾶγμα ἕνεκα τῆς ὑπερβολῆς παραλαμβάνεσθαι δοκεῖ, ἡ ὑπερβολὴ δ’ εὐλόγως γεννᾶσθαι πρὸς τοῦ πράγματος.

希罗多德论及在温泉关作战的人们的段落也与此相似。 “在此地,”他说,“当他们尚有佩刀残留的人用短剑、甚至用双手和嘴巴抵抗时,蛮族把他们掩埋了。” 在此处,你会说:甚至用嘴巴与全副武装的人搏斗到底是怎么一回事,被箭矢掩埋又是怎样一种情景;然而它同样具有说服力。因为事情似乎并不是为了夸张才被采用,而是夸张顺理成章地由事情本身所产生。

§38.5

ἔστι γάρ, ὡς οὐ διαλείπω λέγων, παντὸς τολμήματος λεκτικοῦ λύσις καὶ πανάκειά τις τὰ ἐγγὺς ἐκστάσεως ἔργα καὶ πάθη· ὅθεν καὶ τὰ κωμικὰ καίτοιγ’ εἰς ἀπιστίαν ἐκπίπτοντα πιθανὰ διὰ τὸ γελοῖον· "ἀγρὸν ἔσχ’ ἐλάττω γῆν ἔχοντ’ ἐπιστολῆς." καὶ γὰρ ὁ γέλως πάθος ἐν ἡδονῇ.

正如我不断指出的那样,对于一切大胆的修辞而言,近于忘我的行为与情感乃是解救之法和某种万灵丹;因此滑稽可笑的言论虽然落入不可信之境,却因其引人发笑而具有说服力: “他拥有一块比信函还要小的田地。” 因为笑也是一种伴随着愉悦的情感。

§38.6

αἱ δ’ ὑπερβολαὶ καθάπερ ἐπὶ τὸ μεῖζον, οὕτως καὶ ἐπὶ τοὔλαττον, ἐπειδὴ κοινὸν ἀμφοῖν ἡ ἐπίτασις· καί πως ὁ διασυρμὸς ταπεινότητός ἐστιν αὔξησις.

夸张法不仅可以向更大处展开,同样也可以向更小处展开,因为强化乃是二者的共通之处;而在某种意义上,贬抑讽刺正是对卑微的夸大。

语法注3 条
  1. 38.2ἀπιστίας τῆς καθ’ αὑτοῦ τοῖς ἀκούουσι παράγγελμα καὶ προοίμιον ἐξέθηκε

    ἀπιστίας 作 παράγγελμα 和 προοίμιον 的宾格性属格(“不信任的警示与序言”)。介词短语 τῆς καθ’ αὑτοῦ 修饰 ἀπιστίας,意为“针对/关于他自己的”。整个结构表明,伊索克拉底夸耀言辞颠倒黑白的能力,反倒讽刺性地向听众发出了不要信任他本人的告诫。

  2. 38.3αἷμα καὶ πηλὸν πিনόμενα ὅμως εἶναι περιμάχητα ἔτι ποιεῖ πιστὸν ἡ τοῦ πάθους ὑπεροχὴ καὶ περίστασις

    主句的主语是句末的名词短语 ἡ τοῦ πάθους ὑπεροχὴ καὶ περίστασις(“情感的极度强烈与情境”),主动词为 ποιεῖ。句首的 αἷμα καὶ πηλὸν πινόμενα ὅμως εἶναι περιμάχητα ἔτι 构成带不定式的宾格从句,充当 ποιεῖ πιστόν 的宾语(即“使……显得可信”)。极度反常的景象被倒装至句首以加深印象,最后才道出赋予其可信性的心理与情境原因。

  3. 38.4ἐνταῦθ̓, οἷόν ἐστι τὸ καὶ στόμασι μάχεσθαι πρὸς ὡπλισμένους καὶ ὁποῖόν τι τὸ κατακεχῶσθαι βέλεσιν, ἐρεῖς

    主动词是句末的 ἐρεῖς(“你会说”),ἐνταῦθα 是地点副词(“在此处”)。由 οἷόν ἐστι 和 ὁποῖόν τι 引导的两个并列间接疑问句作 ἐρεῖς 的宾语。带冠词的不定式 τὸ... μάχεσθαι 和 τὸ κατακεχῶσθαι 分别担任这两个疑问句中的主语,οἷον 和 ὁποῖόν τι 为谓语。作者借此预设读者对希罗多德夸张叙述的质疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:38.1-38.6