← 伪朗吉努斯

论崇高

§27.1-27.4

向直接引语的骤转与情感表现

探讨叙述者突然转换为人物的第一人称直接引语或直接向对方呼告的修辞技巧,并结合荷马、赫卡泰俄斯与德摩斯梯尼的实例,阐明这种急遽转变所产生的紧迫感与情感张力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

Ἔτι γε μὴν ἔσθ’ ὅτε περὶ προσώπου διηγούμενος ὁ συγγραφεὺς ἐξαίφνης παρενεχθεὶς εἰς τὸ αὐτὸ πρόσωπον ἀντιμεθίσταται, καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἐκβολή τις πάθους. "Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας, νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα. ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι." οὐκοῦν τὴν μὲν διήγησιν ἅτε πρέπουσαν ὁ ποιητὴς προσῆψεν ἑαυτῷ, τὴν δ’ ἀπότομον ἀπειλὴν τῷ θυμῷ τοῦ ἡγεμόνος ἐξαπίνης οὐδὲν προδηλώσας περιέθηκεν· ἐψύχετο γάρ, εἰ παρενετίθει· ἔλεγε δὲ τοῖά τινα καὶ τοῖα ὁ Ἕκτωρ· νυνὶ δ’ ἔφθακεν ἄφνω τὸν μεταβαίνοντα ἡ τοῦ λόγου μετάβασις.1

再者,有时作者在叙述一个人物时,突被情绪裹挟,直接转变成该人物本身;这种形式正是某种激情的迸发: “赫克托耳大声呼喊,号令特洛伊人, 奔向舟师,撇下沾满血迹的战利品: ‘凡我察见自愿远离船只者, 我必当场为他定下死期。’” 于是,诗人将合于体例的叙述保留于自身,而突兀的威胁则在未作任何预先说明的情形下,突然赋予了统帅的愤慨;因为若他插上一句: “赫克托耳说了如此这般的话”,气势便会冷却。然而实际上,言辞的转轨猝然抢在了转轨者之前。

§27.2

διὸ καὶ ἡ πρόχρησις τοῦ σχήματος τότε, ἡνίκα ὀξὺς ὁ καιρὸς ὢν διαμέλλειν τῷ γράφοντι μὴ διδῷ, ἀλλ’ εὐθὺς ἐπαναγκάζῃ μεταβαίνειν ἐκ προσώπων εἰς πρόσωπα, ὡς καὶ παρὰ τῷ Ἑκαταίῳ· "Κῆϋξ δὲ ταῦτα δεινὰ ποιούμενος αὐτίκα ἐκέλευε τοὺς Ἡρακλείδας ἐπιγόνους ἐκχωρεῖν· οὐ γὰρ ὑμῖν δυνατός εἰμι ἀρήγειν. ὡς μὴ ὦν αὐτοί τε ἀπόλησθε κἀμὲ τρώσητε, ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθαι.2"

因此,这一修辞手法的运用恰是在时机紧迫、容不得作者犹豫踌躇,而迫使其立即在人称之间转换之时,正如在赫卡泰俄斯的作品中所见: “刻宇克斯对这些事甚感愤怒,随即命令赫拉克勒斯的后裔离去:‘因我无力援助尔等。因此,免得尔等自取灭亡且伤及于我,尔等当往别的部族去。’”

§27.3

ὁ μὲν γὰρ Δημοσθένης κατ̓ ἄλλον τινὰ τρόπον ἐπὶ τοῦ Ἀριστογείτονος ἐμπαθὲς τὸ πολυπρόσωπον καὶ ἀγχίστροφον παρέστακεν. "καὶ οὐδεὶς ὑμῶν χολὴν" φησὶν "οὐδ’ ὀργὴν ἔχων εὑρεθήσεται, ἐφ’ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται; ὅς, ὦ μιαρώτατε ἁπάντων, κεκλειμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις" ἐν ἀτελεῖ τῷ νῷ ταχὺ διαλλάξας καὶ μόνον οὐ μίαν λέξιν διὰ τὸν θυμὸν εἰς δύο διασπάσας πρόσωπα "ὅς, ὦ μιαρώτατε," εἶτα πρὸς τὸν Ἀριστογείτονα τὸν λόγον ἀποστρέψας καὶ ἀπολιπεῖν δοκῶν, ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν.3

确实,德摩斯梯尼在控诉阿里斯托革顿的演说中,以另一种方式展现了这种多重人称与急速转折的饱满情绪: “难道你们之中竟无一人,”他说,“会因这可憎无耻之徒所施暴行而心生愤懑与怒火?此人——噢,万恶之尤,当公开发言之权向你紧闭,并非因栅栏或门扉所阻,那本是谁都可推开的……” 他在句意未完之际迅速更替,因盛怒几乎将一句话撕裂为两个人称—— “此人——噢,万恶之尤”——继而将话头猛然转向阿里斯托革顿,看似放弃了原先的思路,却以其充沛的激情更为有力地抓住了听众的注意力。

§27.4

οὐκ ἄλλως ἢ Πηνελόπη, "κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο ἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι; μὴ μνηστεύσαντες, μηδ’ ἄλλοθ’ ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν, οἳ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος Ὀδυσσεὺς ἔσκε."

珀涅罗珀亦是如此: “传令官,高傲的求婚者因何派你前来? 是为了吩咐神圣奥德修斯的女仆们 停止手里的活计,为他们自己备办筵席么? 但愿他们不再求婚,不再于他处聚首, 如今就在此地享用这最后且最终的一餐! 你们这群频繁聚集、耗费诸多生计之徒, 吞噬着聪慧的忒勒马科斯的家业;你们年幼时, 难道全然未从先前的父辈那里听闻过, 奥德修斯究竟是怎样一个人?”

语法注3 条
  1. 27.1ἔφθακεν ἄφνω τὸν μεταβαίνοντα ἡ τοῦ λόγου μετάβασις

    完成时动词 ἔφθακεν(源自 φθάνω,后接宾格表示“超越、领先于”)以主语 ἡ τοῦ λόγου μετάβασις(“言辞的转轨”)支配宾格 τὸν μεταβαίνοντα(“正在转轨的人/作者”)。句法上形象地表明,人称转换的速度如此迅捷,以至于言辞本身的转变抢先越过了作者自身的转换动作。

  2. 27.2ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθαι

    赫卡泰俄斯引文末尾的现在时不定式 ἀποίχεσθαι 在直接引语内部行使祈使/命令功能。在句法上,这既可视为混合句式(oratio variata)——此前间接引语动词 ἐκέλευε 的支配力即使在话语跳入直接引语后依然产生残留影响,亦可视为早期伊奥尼亚方言中不定式作命令语的独立用法。

  3. 27.3ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν

    动词 ἐπιστρέφω 在此作不及物或绝对用法,意为“(使听众)全神贯注、产生深刻震动”(语境中可补充 τὸν ἀκροατήν 等宾语)。前面的分词序列(διαλλάξας、διασπάσας、ἀποστρέψας、δοκῶν)均修饰主语德摩斯梯尼,而 ἐπέστρεψεν 则是统摄整个长句的核心主述动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:27.1-27.4