- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:26.1-26.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过荷马、阿拉托斯和希罗多德的例子,论述了人称转换(特别是第二人称的使用)如何赋予听者身临其境之感,并使其置身于动作发生的现场。
Ἐναγώνιος δ’ ὁμοίως καὶ ἡ τῶν προσώπων ἀντιμετάθεσις1 καὶ πολλάκις ἐν μέσοις τοῖς κινδύνοις ποιοῦσα τὸν ἀκροατὴν δοκεῖν στρέφεσθαι· "φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἄντεσθ’ ἐν πολέμῳ·2 ὣς ἐσσυμένως ἐμάχοντο." καὶ ὁ Ἄρατος "μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ."
同样,人称的转换也充满生动的临场感,往往使听者仿佛置身于危险的中心活动: “你当会说,不知疲倦且未被挫败之人, 正在战场上相互抗衡;他们战斗得如此激烈。” 阿拉托斯亦云: “愿你莫在彼月被大海四面环绕。”
ὧδέ που καὶ ὁ Ἡρόδοτος· "ἀπὸ δὲ Ἐλεφαντίνης πόλεως ἄνω πλεύσεαι, καὶ ἔπειτα ἀφίξῃ ἐς πεδίον λεῖον· διεξελθὼν δὲ τοῦτο τὸ χωρίον αὖθις εἰς ἕτερον πλοῖον ἐμβὰς πλεύσεαι δὔ ἡμέρας, ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην, ᾗ ὄνομα Μερόη." ὁρᾷς, ὦ ἑταῖρε, ὡς παραλαβών σου τὴν ψυχὴν διὰ τῶν τόπων ἄγει τὴν ἀκοὴν ὄψιν ποιῶν; πάντα δὲ τὰ τοιαῦτα πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα ἐπ̓ αὐτῶν ἵστησι τὸν ἀκροατὴν τῶν ἐνεργουμένων.3
希罗多德在某处也是如此说的: “从象岛城出发,你将逆流航行,随后你将抵达一片平坦的原野;走过这片地方之后,你将再次登上一艘不同的船航行两天,随后你将抵达一座大城,其名为麦罗埃。” 朋友啊,你是否看见,他如何携带着你的灵魂穿过这些地方,化听觉为视觉?凡此种种直接指向人物本身的表述,都把听者直接置于正在发生的情境之中。
καὶ ὅταν ὡς οὐ πρὸς ἅπαντας, ἀλλ’ ὡς πρὸς μόνον τινὰ λαλῇς, "Τυδείδην δ’ οὐκ ἂν γνοίης, ποτέροισι μετείη," ἐμπαθέστερόν τε αὐτὸν ἅμα καὶ προσεκτικώτερον καὶ ἀγῶνος ἔμπλεων ἀποτελέσεις, ταῖς εἰς ἑαυτὸν προσφωνήσεσιν ἐξεγειρόμενον.
而每当你说话仿佛不是面向所有人,而是仿佛只对一人交谈时—— “你分不清狄俄墨得斯究竟属于哪一方”——你便将他塑造成一个同时更富激情、更为专注且满怀紧张感的人,因这指向他自身的呼告而警醒振作。
- 26.1Ἐναγώνιος δ’ ὁμοίως καὶ ἡ τῶν προσώπων ἀντιμετάθεσις
省略系动词 ἐστί 的名词句。表语形容词 Ἐναγώνιος 倒装置于句首,强调“人称的转换”(ἡ τῶν προσώπων ἀντιμετάθεσις)具有与前一章所论述的过去事件当下化同样的生动临场效果。后续的分词短语 καὶ πολλάκις ... ποιοῦσα 作为定语/解释性修饰语并列修饰主语 ἀντιμετάθεσις。
- 26.1φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἄντεσθ’ ἐν πολέμῳ
φαίης κ’(= φαίης ἄν)为“希求法+ἄν”构成的潜在式(“你当会说”)。ἄντεσθ’ 是不定式 ἄντεσθαι(对抗、相遇)的省音形式,其逻辑主语为宾格的 ἀκμῆτας καὶ ἀτειρέας(不知疲倦与坚不可摧之人),构成宾格加不定式结构。
- 26.2πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα ἐπ̓ αὐτῶν ἵστησι τὸν ἀκροατὴν τῶν ἐνεργουμένων
主动词 ἵστησι 呼应中性复数主语 πάντα τὰ τοιαῦτα(使用规则的单数动词)。分词短语 πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα 表方式或伴随(“直接依附/指向人称本身”)。ἐπ̓ αὐτῶν ... τῶν ἐνεργουμένων 为接 ἐπί 的属格地点结构,意为把听者(τὸν ἀκροατὴν)安置在“实际正在发生的事情现场之上”。
