← 伪朗吉努斯

论崇高

§23.1-23.4

多格法与语法范畴变换所产生的崇高效果

作者探讨了多格变换与语法范畴(特别是数、时态、格等)互换所带来的崇高效果,举例说明将单数名词复数化如何能倍增悲剧与修辞的力量,并警示不可滥用此法致流于浮夸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

Τά γε μὴν πολύπτωτα λεγόμενα, ἀθροισμοὶ καὶ μεταβολαὶ καὶ κλίμακες, πάνυ ἀγωνιστικά, ὡς οἶσθα, κόσμου τε καὶ παντὸς ὕψους καὶ πάθους συνεργά. τί δέ; αἱ τῶν πτώσεων χρόνων προσώπων ἀριθμῶν γενῶν ἐναλλάξεις πῶς ποτε καταποικίλλουσι καὶ ἐπεγείρουσι τὰ ἑρμηνευτικά;

此外,所谓的多格变换、积聚、交替和层递,如你所知,极富论辩的激力,对于修饰以及一切崇高与激情大有裨益。又如何呢?格、时态、人称、数、性的交替互换,又是怎样使文辞的表现力千变万化并焕发活力的呢?

§23.2

φημὶ δὲ τῶν κατὰ τοὺς ἀριθμοὺς οὐ μόνα ταῦτα κοσμεῖν, ὁπόσα τοῖς τύποις ἑνικὰ ὄντα τῇ δυνάμει κατὰ τὴν ἀναθεώρησιν πληθυντικὰ εὑρίσκεται· "αὐτίκα, φησί, λαὸς ἀπείρων θύννον ἐπ’ ἠϊόνεσσι διϊστάμενοι κελάδησαν·1" ἀλλ’ ἐκεῖνα μᾶλλον παρατηρήσεως ἄξια, ὅτι ἔσθ’ ὅπου προσπίπτει2 τὰ πληθυντικὰ μεγαλορρημονέστερα καὶ αὐτῷ δοξοκοποῦντα τῷ ὄχλῳ τοῦ ἀριθμοῦ.

在关于数的问题上,我断言,绝不仅是那些形式上为单数而经细察在实效上实为复数的表达能增添文采——正如诗人所言: “顿时间,无数民众 在岸边面对金枪鱼列队分开,齐声呼喊”——倒是另一类情形更值得注意,即有些地方复数形式呈现得更具宏伟之势,并凭这语法数的群体本身博取声威。

§23.3

τοιαῦτα παρὰ τῷ Σοφοκλεῖ τὰ ἐπὶ τοῦ Οἰδίπου· "ὦ γάμοι, γάμοι, ἐφύσαθ’ ἡμᾶς καὶ φυτεύσαντες πάλιν ἀνεῖτε ταὐτὸ σπέρμα κἀπεδείξατε πατέρας ἀδελφοὺς παῖδας, αἷμ’ ἐμφύλιον, νύμφας, γυναῖκας, μητέρας τε χὠπόσα αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται." πάντα γὰρ ταῦτα ἓν ὄνομά ἐστιν, Οἰδίπους, ἐπὶ δὲ θατέρου Ἰοκάστη, ἀλλ’ ὅμως χυθεὶς εἰς τὰ πληθυντικὰ ὁ ἀριθμὸς συνεπλήθυσε καὶ τὰς ἀτυχίας, καὶ ὡς ἐκεῖνα πεπλεόνασται "ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες·" καὶ τὸ Πλατωνικόν, ὃ καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων· "οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ᾽ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδ’ ἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλ’ αὐτοὶ Ἕλληνες, οὐ μιξοβάρβαροι οἰκοῦμεν." καὶ τὰ ἑξῆς. φύσει γὰρ ἐξακούεται τὰ πράγματα κομπωδέστερα ἀγεληδὸν οὕτως τῶν ὀνομάτων ἐπισυντιθεμένων. οὐ μέντοι δεῖ ποιεῖν αὐτὸ ἐπ’ ἄλλων, εἰ μὴ ἐφ’ ὧν δέχεται τὰ ὑποκείμενα αὔξησιν ἢ πληθὺν ἢ ὑπερβολὴν ἢ πάθος, ἕν τι τούτων ἢ τὰ πλείονα, ἐπεί τοι τὸ πανταχοῦ κώδωνας ἐξῆφθαι λίαν σοφιστικόν.3

索福克勒斯笔下关于俄狄浦斯的诗句便是如此: “啊,婚媾,婚媾, 你们生下了我们,播种之后, 又让同一粒种子萌发,展现出 父亲们、兄弟们、儿子们,同一宗族的热血, 新娘们、妻子们、母亲们,以及 人间所产生的一切最丑陋的恶行。” 因为这一切所指的都只是一个名字,俄狄浦斯,另一方则是约卡斯塔;然而语法数向复数的倾注,也连带使不幸成倍倍增。又如那被放大了的词句: “赫克托尔们与萨尔珀冬们纷纷出征,”以及我们在别处曾引述过的柏拉图论及雅典人的语句: “因为没有珀罗普斯们,没有卡德摩斯们,没有埃及托斯们与达那俄斯们,也没有其他许多生来便是野蛮人的人与我们杂居,而是我们纯粹的希腊人,未杂野蛮血统的人,居于此地,”诸如此类。因为当名词如此成群结队地层叠累加时,事理自然显得更加堂皇高迈。然而,除非所表现的客体能够容纳张大、众多、夸张或激情(或是其中之一,或是兼而有之),否则不应在其他事物上妄用此法;因为处处悬挂铃铛,未免过于做作浮夸。

语法注3 条
  1. 23.2λαὸς ἀπείρων θύννον ἐπ’ ἠϊόνεσσι διϊστάμενοι κελάδησαν

    依意义一致(constructio ad sensum)的句法结构。语法上的主语是单数集合名词 λαός,但分词 διϊστάμενοι 与限定动词 κελάδησαν 均按其实际的复数意义(众人、群氓)采用了复数形式。

  2. 23.2ἐκεῖνα μᾶλλον παρατηρήσεως ἄξια, ὅτι ἔσθ’ ὅπου προσπίπτει

    指示代词 ἐκεῖνα 先行指引其后的 ὅτι 引导的说明从句(“即……”)。此外,ἔσθ’ ὅπου 是 ἔστιν ὅπου 的缩略形式,为习用短语,意为“在有些情况下”或“某些地方”。

  3. 23.4τὸ πανταχοῦ κώδωνας ἐξῆφθαι λίαν σοφιστικόν

    冠词后接完成时被动不定式短语 τὸ πανταχοῦ κώδωνας ἐξῆφθαι(“处处系挂铃铛”)充当主语,表语形容词 λίαν σοφιστικόν(“极度做作/诡辩式的”)之后的系动词(ἐστί)被省略。“挂铃”(源自战马饰铃或夜巡人之铃)是比喻修辞上炫耀、过分招摇的虚夸装饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:23.1-23.4