- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:22.1-22.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了颠倒词语与思想顺次的倒装法(hyperbaton),视其为激切情感之自然波动的摹仿,并具体剖析了希罗多德、修昔底德与德摩斯梯尼运用该手法的修辞效果。
Τῆς δὲ αὐτῆς ἰδέας καὶ τὰ ὑπερβατὰ θετέον. ἔστι δὲ λέξεων ἢ νοήσεων ἐκ τοῦ κατ’ ἀκολουθίαν κεκινημένη τάξις καὶ οἱονεὶ χαρακτὴρ ἐναγωνίου πάθους ἀληθέστατος. ὡς γὰρ οἱ τῷ ὄντι ὀργιζόμενοι ἢ φοβούμενοι ἢ ἀγανακτοῦντες ἢ ὑπὸ ζηλοτυπίας ἢ ὑπὸ ἄλλου τινὸς (πολλὰ γὰρ καὶ ἀναρίθμητα πάθη καὶ οὐδ’ ἂν εἰπεῖν τις ὁπόσα δύναιτο), ἑκάστοτε παραπίπτοντες ἄλλα προθέμενοι πολλάκις ἐπ’ ἄλλα μεταπηδῶσι, μέσα τινὰ παρεμβαλόντες ἀλόγως, εἶτ’ αὖθις ἐπὶ τὰ πρῶτα ἀνακυκλοῦντες καὶ πάντη πρὸς τῆς ἀγωνίας, ὡς ὑπ’ ἀστάτου πνεύματος, τῇδε κἀκεῖσε ἀγχιστρόφως ἀντισπώμενοι τὰς λέξεις τὰς νοήσεις τὴν ἐκ τοῦ κατὰ φύσιν εἱρμοῦ παντοίως πρὸς μυρίας τροπὰς ἐναλλάττουσι τάξιν· οὕτω παρὰ τοῖς ἀρίστοις συγγραφεῦσι διὰ τῶν ὑπερβατῶν ἡ μίμησις ἐπὶ τὰ τῆς φύσεως ἔργα φέρεται. τότε γὰρ ἡ τέχνη τέλειος, ἡνίκ’ ἂν φύσις εἶναι δοκῇ, ἡ δ’ αὖ φύσις ἐπιτυχής, ὅταν λανθάνουσαν περιέχῃ τὴν τέχνην· ὥσπερ λέγει ὁ Φωκαεὺς Διονύσιος παρὰ τῷ Ἡροδότῳ· "ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πράγματα, ἄνδρες Ἴωνες, εἶναι ἐλευθέροις ἢ δούλοις, καὶ τούτοις ὡς δραπέτῃσιν. νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέχεσθαι, παραχρῆμα μὲν πόνος ὑμῖν, οἷοί τε δὲ ἔσεσθε ὑπερβαλέσθαι τοὺς πολεμίους."
在同一种类中还必须列入倒装。这是词语或思想偏离正常顺次而变动了的秩序,可以说是激切之情的极真实印记。因为正如那些真正处于愤怒、恐惧、愤慨,或受嫉妒及其他某种情绪驱使的人(因为激情多而无数,无人能道出究竟有多少),时常偏离主线,提出一事却屡屡跃至另一事,无理据地在中间穿插若干杂质,继而又回环重归最初之事,全因焦虑所迫,犹如被无常的风暴所席卷,急速地忽而向此忽而向彼撕扯,千变万化地将词语、思想以及从合乎自然的脉络中生出的秩序换为无数转折;优秀作家也是这样借助倒装,使摹仿契合自然之功。因为唯当技艺宛如自然时方臻完美,而自然包含着隐蔽的技艺时亦显成功;正如希罗多德笔下的福西亚人狄奥尼修斯所言: “我们的处境正处于刀刃之上,爱奥尼亚人啊,要么是自由人,要么是奴隶,而且是逃奴。因此现在,如果你们愿意承担艰险,眼下固然有劳顿,但你们将能战胜敌人。”
ἐνταῦθ̓ ἦν τὸ κατὰ τάξιν· ὦ ἄνδρες Ἴωνες, νῦν καιρός ἐστιν ὑμῖν πόνους ἐπιδέχεσθαι· ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πράγματα. ὁ δὲ τὸ μὲν ἄνδρες Ἴωνες ὑπερεβίβασεν· προεισέβαλεν οὖν εὐθὺς ἀπὸ τοῦ φόβου, ὡς μηδ’ ἀρχὴν φθάνων πρὸς τὸ ἐφεστὼς δέος προσαγορεῦσαι τοὺς ἀκούοντας·1 ἔπειτα δὲ τὴν τῶν νοημάτων ἀπέστρεψε τάξιν. πρὸ γὰρ τοῦ φῆσαι ὅτι αὐτοὺς δεῖ πονεῖν (τοῦτο γάρ ἐστιν ὃ παρακελεύεται), ἔμπροσθεν ἀποδίδωσι τὴν αἰτίαν, δι’ ἣν πονεῖν δεῖ, "ἐπὶ ξυροῦ ἀκμῆς" φήσας "ἔχεται ἡμῖν τὰ πράγματα·" ὡς μὴ δοκεῖν ἐσκεμμένα λέγειν, ἀλλ’ ἠναγκασμένα.
在此处,依循常序本应是: “爱奥尼亚人啊,现在是你们承担劳顿的时机了;因为我们的处境正处于刀刃之上。” 但他把“爱奥尼亚人啊”退后了;他因恐惧而立即突入主题,仿佛面临迫近的惊恐,竟根本无暇在开端向听众呼告;接着他又倒置了思想的秩序。因为在说出他们必须受劳苦之前(这正是他所勉励之事),他先交代了必须受劳苦的因由,说道: “我们的处境正处于刀刃之上;”以此显得并非深思熟虑而语,乃是出于不得已而发。
ἔτι δὲ μᾶλλον ὁ Θουκυδίδης καὶ τὰ φύσει πάντως ἡνωμένα καὶ ἀδιανέμητα ὅμως ταῖς ὑπερβάσεσιν ἀπ’ ἀλλήλων ἄγειν δεινότατος. ὁ δὲ Δημοσθένης οὐχ οὕτως μὲν αὐθάδης ὥσπερ οὗτος, πάντων δ’ ἐν τῷ γένει τούτῳ κατακορέστατος, καὶ πολὺ τὸ ἀγωνιστικὸν ἐκ τοῦ ὑπερβιβάζειν καὶ ἔτι νὴ Δία τὸ ἐξ ὑπογύου λέγειν συνεμφαίνων, καὶ πρὸς τούτοις εἰς τὸν κίνδυνον τῶν μακρῶν ὑπερβατῶν τοὺς ἀκούοντας συνεπισπώμενος·
修昔底德则更为擅长通过倒装把即便在天性上完全合一且不可分割之物彼此拉开。而德摩斯梯尼虽不若修昔底德那般专横,却在此类手法中最不遗余力,借助倒装充分展现激斗之气势,更有甚者,凭天发誓,展现出临场即兴之态,此外还将听众一同拽入冗长倒装的险境之中。
πολλάκις γὰρ τὸν νοῦν, ὃν ὥρμησεν εἰπεῖν, ἀνακρεμάσας καὶ μεταξὺ ὡς εἰς ἀλλόφυλον καὶ ἀπεοικυῖαν τάξιν, ἄλλ’ ἐπ’ ἄλλοις διὰ μέσου καὶ ἔξωθέν ποθεν ἐπεισκυκλῶν, εἰς φόβον ἐμβαλὼν τὸν ἀκροατὴν ὡς ἐπὶ παντελεῖ τοῦ λόγου διαπτώσει, καὶ συναποκινδυνεύειν ὑπ’ ἀγωνίας τῷ λέγοντι συναναγκάσας, εἶτα παραλόγως διὰ μακροῦ τὸ πάλαι ζητούμενον εὐκαίρως ἐπὶ τέλει που προσαποδούς, αὐτῷ τῷ κατὰ τὰς ὑπερβάσεις παραβόλῳ καὶ ἀκροσφαλεῖ πολὺ μᾶλλον ἐκπλήττει.2 φειδὼ δὲ τῶν παραδειγμάτων ἔστω διὰ τὸ πλῆθος.
因为他常常悬置自己决意表达的思想,并在中途犹如插入异质不谐的秩序般,层层卷入夹在中间以及来自外部的杂件,令听众陷入恐慌,唯恐话语完全分崩离析,并迫使听众在焦虑中与演说者共同涉险,随后出其不意地在漫长延宕之后,于终篇某处合时宜地补出久经企盼的要旨,正以倒装本身之行险与悬危,带来强烈得多的震动。但鉴于例证数量繁多,便略去不引。
- 22.2ὡς μηδ’ ἀρχὴν φθάνων πρὸς τὸ ἐφεστὼς δέος προσαγορεῦσαι τοὺς ἀκούοντας
副词性宾格 ἀρχήν 与否定词 μηδέ 连用,表示“根本/起初即不……”。分词 φθάνων 支配不定词 προσαγορεῦσαι,构成“先于……/有暇先向……致辞”之意。连词 ὡς 表述说话者在迫在眉睫的恐惧(πρὸς τὸ ἐφεστὼς δέος)面前所呈现出的主观神态或印象。
- 22.4πολλάκις γὰρ τὸν νοῦν, ὃν ὥρμησεν εἰπεῖν, ἀνακρεμάσας... αὐτῷ τῷ κατὰ τὰς ὑπερβάσεις παραβόλῳ καὶ ἀκροσφαλεῖ πολὺ μᾶλλον ἐκπλήττει
此句论述德摩斯梯尼文风的句法结构本身即以长大的延宕再现了倒装手法。主句的主动词是接近句末的 ἐκπλήττει(主语为德摩斯梯尼),而在此之前层层穿插了一系列分词短语(ἀνακρεμάσας、ἐπεισκυκλῶν、ἐμβαλών、συναναγκάσας、προσαποδούς),构成了极具张力的悬搁结构。
