- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,无需羡慕他人在宴席或尊荣上受到优待,因为这些如同商品,是用阿谀奉承和迎合侍奉作为代价买来的。不愿付出代价就得不到是理所当然的,而保留代价的同时,也免受了违心赞美与忍受门人无礼的屈辱。
Προετιμήθη σού τις1 ἐν ἑστιάσει ἢ ἐν προσαγορεύσει ἢ ἐν τῷ παραληφθῆναι εἰς συμβουλίαν; εἰ μὲν ἀγαθὰ ταῦτά ἐστι, χαίρειν σε δεῖ, ὅτι ἔτυχεν αὐτῶν ἐκεῖνος· εἰ δὲ κακά, μὴ ἄχθου, ὅτι σὺ αὐτῶν οὐκ ἔτυχες· μέμνησο δέ, ὅτι οὐ δύνασαι μὴ ταὐτὰ ποιῶν πρὸς τὸ τυγχάνειν τῶν οὐκ ἐφʼ ἡμῖν τῶν ἴσων ἀξιοῦσθαι.2
有人在宴席上、问候中或在被召去参与谋议时受到了比你更高的礼遇吗?如果这些是善事,你应当为他得到了它们而高兴;如果是恶事,不要因为你没有得到它们而沮丧。但请记住:为了获得那些不由我们做主的事物,你若不做同样的事,就绝不可能被认为配享有平等的待遇。
πῶς γὰρ ἴσον ἔχειν δύναται ὁ μὴ φοιτῶν ἐπὶ θύρας τινὸς τῷ φοιτῶντι; ὁ μὴ παραπέμπων τῷ παραπέμποντι; ὁ μὴ ἐπαινῶν τῷ ἐπαινοῦντι, ἄδικος οὖν ἔσῃ καὶ ἄπληστος, εἰ μὴ προϊέμενος ταῦτα, ἀνθʼ ὧν ἐκεῖνα πιπράσκεται, προῖκα αὐτὰ βουλήσῃ λαμβάνειν.
因为一个不上门拜访某人的人,怎么能与经常拜访的人得到相同的东西呢?一个不逢迎跟随的人,怎么能与逢迎跟随的人一样呢?一个不献媚赞美的人,怎么能与献媚赞美的人一样呢?因此,如果你不付出那些东西出售时所要求的代价,却想白白获得它们,那你就是不公且贪得无厌的。
ἀλλὰ πόσου πιπράσκονται θρίδακες; ὀβολοῦ, ἂν οὕτω τύχῃ. ἂν οὖν τις προέμενος τὸν ὀβολὸν λάβῃ θρίδακας, σὺ δὲ μὴ προέμενος μὴ λάβῃς, μὴ οἴου ἔλαττον ἔχειν τοῦ λαβόντος. ὡς γὰρ ἐκεῖνος ἔχει θρίδακας, οὕτω σὺ τὸν ὀβολόν, ὃν οὐκ ἔδωκας.
那么,生菜卖多少钱呢?也许一奥波尔吧。因此,如果有人付了一奥波尔拿到了生菜,而你没付钱也没拿到,不要以为自己拥有的比拿到生菜的人少。因为正如他拥有了生菜,你也同样拥有了你未曾付出的那一奥波尔。
τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. οὐ παρεκλήθης ἐφʼ ἑστίασίν τινος; οὐ γὰρ ἔδωκας τῷ καλοῦντι, ὅσου πωλεῖ τὸ δεῖπνον. ἐπαίνου δʼ αὐτὸ πωλεῖ, θεραπείας πωλεῖ. δὸς οὖν τὸ διάφορον,3 εἰ σοι λυσιτελεῖ, ὅσου πωλεῖται. εἰ δὲ κἀκεῖνα θέλεις μὴ προΐεσθαι καὶ ταῦτα λαμβάνειν, ἄπληστος εἶ καὶ ἀβέλτερος.
在这里也是完全相同的道理。你没有受到某人宴会的邀请吗?因为你没有付给邀请者他出售这顿晚餐的价钱。他是以赞美来出售它,以侍奉来出售它的。因此,如果这对你有益,就照它出售的价格付钱吧。但如果你既不想付出前者,又想得到后者,那你就是贪得无厌且愚不可及的。
οὐδὲν οὖν ἔχεις ἀντὶ τοῦ δείπνου; ἔχεις μὲν οὖν τὸ μὴ ἐπαινέσαι τοῦτον, ὃν οὐκ ἤθελες, τὸ μὴ ἀνασχέσθαι αὐτοῦ τῶν ἐπὶ τῆς εἰσόδου.4
那么,代替那顿晚餐,你什么都没有吗?你当然拥有收获:你没有去赞美那个你不想赞美的人,也没有去忍受守在他门口的那些人。
- 25.1Προετιμήθη σού τις
σού 是由于复合动词 προτιμάω(带有前缀 προ-,“优先于、优于”)而引发的比较属格,字面意为“有人在某方面被看得比你更重吗”。
- 25.1οὐ δύνασαι μὴ ταὐτὰ ποιῶν πρὸς τὸ τυγχάνειν τῶν οὐκ ἐφʼ ἡμῖν τῶν ἴσων ἀξιοῦσθαι
这是一个由主句否定 οὐ(修饰 δύνασαι)与条件分词 μὴ ταὐτὰ ποιῶν(“若不付出同样的作为”)结合构成的双重否定句。πρὸς τὸ τυγχάνειν τῶν οὐκ ἐφʼ ἡμῖν 为表示目的的介词短语(“为了获得那些不由我们做主的事物”),句末的 τῶν ἴσων 则是 ἀξιοῦσθαι(“被认为配得……”)所支配的表示价值或资格的属格。
- 25.4τὸ διάφορον
在此处并非“差异”之意,而是商业语境中借用的“代价”、“应付之款项”。紧随其后的 ὅσου πωλεῖται(“依其出售的价格”)规定了此款项的数目。
- 25.5τὸ μὴ ἀνασχέσθαι αὐτοῦ τῶν ἐπὶ τῆς εἰσόδου
异相动词 ἀνέχομαι(“容忍、忍受”)支配人称属格。αὐτοῦ τῶν ἐπὶ τῆς εἰσόδου 指“守在他门口的人们(门客或仆役)”(αὐτοῦ 作为所有格属格修饰 τῶν ἐπὶ τῆς εἰσόδου)。带冠词的不定词短语 τὸ μὴ ἀνασχέσθαι 整体充当 ἔχεις 的宾语。
