- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:24.1-24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对因缺乏社会名望、未能向朋友提供物质帮助以及未为祖国作贡献而产生的世俗忧虑,论述保全自身的道德善与忠诚正直才是真正有价值的贡献。
οὗτοί σε οἱ διαλογισμοὶ μὴ θλιβέτωσαν ἄτιμος ἐγὼ βιώσομαι καὶ οὐδεὶς οὐδαμοῦ. εἰ γὰρ ἡ ἀτιμία ἐστὶ κακόν, οὐ δύνασαι ἐν κακῷ εἶναι διʼ ἄλλον, οὐ μᾶλλον ἢ ἐν αἰσχρῷ· μή τι οὖν σόν ἐστιν ἔργον τὸ ἀρχῆς τυχεῖν ἢ παραληφθῆναι ἐφʼ ἑστίασιν; οὐδαμῶς. πῶς οὖν ἔτι τοῦτʼ ἔστιν ἀτιμία; πῶς δὲ οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὃν ἐν μόνοις εἶναί τινα δεῖ τοῖς ἐπὶ σοί,1 ἐν οἷς ἔξεστί σοι εἶναι πλείστου ἀξίῳ;2
不要让这样的想法困扰你: “我将毫无名誉地生活,在任何地方都是无名小卒。” 因为如果缺乏名誉是一种恶,你就不能因别人的缘故而处于恶之中,正如你不能因别人而处于可耻之中一样。难道获得官职或受邀赴宴是你的事情吗?绝非如此。那么这又怎能算是缺乏名誉呢?况且,你只需在由你做主的事情上成为一个重要人物,而在这些事情中你可以成为极有价值的人,既然如此,你又怎会在任何地方都一文不名呢?
ἀλλά σοι οἱ φίλοι ἀβοήθητοι ἔσονται. τί λέγεις τὸ ἀβοήθητοι; οὐχ ἕξουσι παρὰ σοῦ κερμάτιον· οὐδὲ πολίτας Ῥωμαίων αὐτοὺς ποιήσεις. τίς οὖν σοι εἶπεν, ὅτι ταῦτα τῶν ἐφʼ ἡμῖν ἐστιν, οὐχὶ δὲ ἀλλότρια ἔργα; τίς δὲ δοῦναι δύναται ἑτέρῳ, ἃ μὴ ἔχει αὐτός; κτῆσαι οὖν, φησίν, ἵνα ἡμεῖς ἔχωμεν.
“但你的朋友们将得不到帮助。” 你说“得不到帮助”是什么意思?他们不会从你这里得到零钱,你也不会让他们成为罗马公民。那么,谁告诉过你这些事情属于我们能做主的事,而不是他人的事务呢?又有谁能把自身没有的东西给予别人呢? “那么你就去获取吧, 有人说, 好让我们也能拥有。”
εἰ δύναμαι κτήσασθαι τηρῶν ἐμαυτὸν αἰδήμονα καὶ πιστὸν καὶ μεγαλόφρονα, δείκνυε τὴν ὁδὸν καὶ κτήσομαι. εἰ δʼ ἐμὲ ἀξιοῦτε τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ ἀπολέσαι, ἵνα ὑμεῖς τὰ μὴ ἀγαθὰ περιποιήσησθε, ὁρᾶτε ὑμεῖς, πῶς ἄνισοί ἐστε καὶ ἀγνώμονες. τί δὲ καὶ βούλεσθε μᾶλλον; ἀργύριον ἢ φίλον πιστὸν καὶ αἰδήμονα; εἰς τοῦτο οὖν μοι μᾶλλον συλλαμβάνετε καὶ μή, διʼ ὧν ἀποβαλῶ αὐτὰ ταῦτα, ἐκεῖνά με πράσσειν ἀξιοῦτε.
如果我能一边保持自己的谦逊、忠信和高尚,一边去获取,请指明途径,我就会去获取。但如果你们要求我丧失我自己的善,好让你们去获得那些并非善的事物,看看你们自己是多么不公和不通情达理吧。你们究竟更想要什么呢?金钱,还是一个忠实而谦逊的朋友?因此,你们倒不如在这件事上协助我,不要要求我去从事那些会使我丢弃这些品质的事情。
ἀλλʼ ἡ πατρίς, ὅσον ἐπʼ ἐμοί, φησίν, ἀβοήθητος ἔσται. πάλιν, ποίαν καὶ ταύτην βοήθειαν; στοὰς οὐχ ἕξει διὰ σὲ οὔτε βαλανεῖα. καὶ τί τοῦτο; οὐδὲ γὰρ ὑποδήματα ἔχει διὰ τὸν χαλκέα οὐδʼ ὅπλα διὰ τὸν σκυτέα· ἱκανὸν δέ, ἐὰν ἕκαστος ἐκπληρώσῃ τὸ ἑαυτοῦ ἔργον. εἰ δὲ ἄλλον τινὰ αὐτῇ κατεσκεύαζες πολίτην πιστὸν καὶ αἰδήμονα, οὐδὲν ἂν αὐτὴν ὠφέλεις; ναί. οὐκοῦν οὐδὲ σὺ αὐτὸς ἀνωφελὴς ἂν εἴης αὐτῇ. τίνα οὖν ἕξω, φησί, χώραν ἐν τῇ πόλει; ἣν ἂν δύνῃ φυλάττων ἅμα τὸν πιστὸν καὶ αἰδήμονα.3
“但是,就我而言,祖国, 有人说, 将得不到帮助。” 再问一次,这又是怎样的帮助呢?它不会因为你而拥有柱廊或公共浴场。那又怎样呢?因为它也不会因为铁匠而拥有鞋子,也不会因为鞋匠而拥有武器;只要每个人都完成自己的职责就足够了。“但如果你为它造就了另一个忠实而谦逊的公民,难道你对它毫无益处吗?” “不,会有益处的。” “那么你自身对它而言也就并非毫无用处了。” “那么我, 他说, 在城邦中将拥有什么地位呢?” 凡是你在同时保全忠实和谦逊之人的品质时所能保有的地位。
εἰ δὲ ἐκείνην ὠφελεῖν βουλόμενος ἀποβαλεῖς ταῦτα, τί ὄφελος ἂν αὐτῇ γένοιο ἀναιδὴς καὶ ἄπιστος ἀποτελεσθείς;
但如果你因想对它有所裨益而丧失了这些品质,那么当你成了一个无耻且不可信赖的人时,你对它又能有什么用处呢?
- 24.1ὃν ἐν μόνοις εἶναί τινα δεῖ τοῖς ἐπὶ σοί
关系代词 ὃν 的先行词为主句主语“你”(即 ἔσῃ 的主语),在非人称动词 δεῖ 所支配的“宾格加不定式”结构中充当不定式 εἶναι 的逻辑主语(宾格主语)。τινα 为不定式的谓语宾格,表示“重要人物/何许人”。
- 24.1πλείστου ἀξίῳ
谓语与格,与前文非人称动词 ἔξεστι 所支配的与格代词 σοι 保持格的一致(格吸引)。虽然作为不定式谓语在语法上亦可采用宾格(πλείστου ἄξιον),但此处采用了与格一致的构造。
- 24.4τὸν πιστὸν καὶ αἰδήμονα
阳性单数定冠词加形容词(τὸν πιστὸν καὶ αἰδήμονα),指代“忠诚而谦逊的人(的品质/自我)”,作分词 φυλάττων(保全/保持)的直接宾语。
