- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:2.1-2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德阐明了欲望与厌恶的本分,告诫人们只应厌恶权能之内违背本性之事,在当下应完全抑制欲望,并带有保留地运用冲动。
μέμνησο, ὅτι ὀρέξεως ἐπαγγελία ἐπιτυχία, οὗ ὀρέγῃ,1 ἐκκλίσεως ἐπαγγελία τὸ μὴ περιπεσεῖν ἐκείνῳ, ὃ ἐκκλίνεται, καὶ ὁ μὲν ἐν ὀρέξει ἀποτυγχάνων ἀτυχής, ὁ δὲ ἐν ἐκκλίσει περιπίπτων δυστυχής. ἂν μὲν οὖν μόνα ἐκκλίνῃς τὰ παρὰ φύσιν τῶν ἐπὶ σοί, οὐδενί, ὧν ἐκκλίνεις, περιπεσῇ· νόσον δʼ ἂν ἐκκλίνῃς ἢ θάνατον ἢ πενίαν, δυστυχήσεις.
你要记住:欲望所应许的是获得你所欲求之物,厌恶所应许的是不陷入所回避之物;在欲望中落空的人是不幸的,在厌恶中受陷的人则是可悲的。因此,如果你只回避在你自己权能之内违背本性的事物,你就绝不会陷入任何你所回避的事物;但如果你回避疾病、死亡或贫穷,你就将陷于可悲的境地。
ἆρον οὖν τὴν ἔκκλισιν ἀπὸ πάντων τῶν οὐκ ἐφʼ ἡμῖν καὶ μετάθες ἐπὶ τὰ παρὰ φύσιν τῶν ἐφʼ ἡμῖν. τὴν ὄρεξιν δὲ παντελῶς ἐπὶ τοῦ παρόντος ἄνελε· ἄν τε γὰρ ὀρέγῃ τῶν οὐκ ἐφʼ ἡμῖν τινος, ἀτυχεῖν ἀνάγκη τῶν τε ἐφʼ ἡμῖν, ὅσων ὀρέγεσθαι καλὸν ἄν, οὐδὲν οὐδέπω σοι πάρεστι.2 μόνῳ δὲ τῷ ὁρμᾶν καὶ ἀφορμᾶν χρῶ, κούφως μέντοι καὶ μεθʼ ὑπεξαιρέσεως3 καὶ ἀνειμένως.
因此,把厌恶从不在我们权能之内的一切事物上移开,转移到在我们权能之内违背本性的事物上去。至于欲望,在当下则要完全予以摒弃;因为如果你欲求任何不在我们权能之内的事物,你必然会遭遇落空,而在我们权能之内、值得去欲求的那些美好事物中,目前还没有一件为你所掌握。你只当运用冲动与排斥,但要轻缓地、带有保留地且灵活放松地去运用。
- 2.1οὗ ὀρέγῃ
关系代词 οὗ 的先行词 τούτου 被省略,οὗ 本身受动词 ὀρέγομαι 支配而用属格。其基础结构为 ἐπιτυχία [τούτου] οὗ ὀρέγῃ(“获得你所欲求之物”)。
- 2.2τῶν τε ἐφʼ ἡμῖν, ὅσων ὀρέγεσθαι καλὸν ἄν, οὐδὲν οὐδέπω σοι πάρεστι
修辞上的语序倒错(hyperbaton)。部分属格 τῶν ἐφʼ ἡμῖν 修饰主句主语 οὐδὲν,中间插入了表示潜能的关系从句 ὅσων ὀρέγεσθαι καλὸν ἂν [εἴη](“值得去欲求的那些”)。核心结构为:τῶν ἐφʼ ἡμῖν οὐδὲν οὐδέπω σοι πάρεστι(“在我们权能之内的事物中,尚无一件为你所有”)。
- 2.2μεθʼ ὑπεξαιρέσεως
斯多亚派术语,意为“带有保留条件地”(即预设“如果命运允许的话”或“若无外物阻碍”)。它指在采取行动时预先接纳可能受阻的结局,从而使心灵不为外物所动乱。
