- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节区分了在人权能之内与之外的事物,告诫人应审视一切表象以获得真正的自由与幸福。
τῶν ὄντων τὰ μέν ἐστιν ἐφʼ ἡμῖν,1 τὰ δὲ οὐκ ἐφʼ ἡμῖν. ἐφʼ ἡμῖν μὲν ὑπόληψις, ὁρμή, ὄρεξις, ἔκκλισις καὶ ἑνὶ λόγῳ ὅσα ἡμέτερα ἔργα· οὐκ ἐφʼ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, δόξαι, ἀρχαὶ καὶ ἑνὶ λόγῳ ὅσα οὐχ ἡμέτερα ἔργα.
事物之中,有些在我们权能之内,有些则不在我们权能之内。在我们权能之内的有见解、冲动、欲望、厌恶,总而言之,凡是我们自己的作为皆是。不在我们权能之内的有肉体、财产、声誉、官位,总而言之,凡是不是我们自己的作为皆是。
καὶ τὰ μὲν ἐφʼ ἡμῖν ἐστι φύσει ἐλεύθερα, ἀκώλυτα, ἀπαραπόδιστα, τὰ δὲ οὐκ ἐφʼ ἡμῖν ἀσθενῆ, δοῦλα, κωλυτά, ἀλλότρια.
在我们权能之内的事物,按本性是自由的、不受阻碍的、无拘无束的;而不在我们权能之内的事物则是软弱的、受奴役的、易受阻碍的、属于他人的。
μέμνησο οὖν, ὅτι, ἐὰν τὰ φύσει δοῦλα ἐλεύθερα οἰηθῇς καὶ τὰ ἀλλότρια ἴδια, ἐμποδισθήσῃ, πενθήσεις, ταραχθήσῃ, μέμψῃ καὶ θεοὺς καὶ ἀνθρώπους, ἐὰν δὲ τὸ σὸν μόνον οἰηθῇς σὸν εἶναι, τὸ δὲ ἀλλότριον, ὥσπερ ἐστίν, ἀλλότριον, οὐδείς σε ἀναγκάσει οὐδέποτε, οὐδείς σε κωλύσει, οὐ μέμψῃ οὐδένα, οὐκ ἐγκαλέσεις τινί, ἄκων πράξεις οὐδὲ ἕν, οὐδείς σε βλάψει, ἐχθρὸν οὐχ ἕξεις, οὐδὲ γὰρ βλαβερόν τι πείσῃ.
因此你要记住:如果你认为按本性受奴役的事物是自由的,把属于他人的事物当作自己的,你就会遭受阻碍、悲伤痛苦、心神受扰,并且埋怨神明与人类。但如果你认为只有属于你自己的才属于你,属于他人的(正如它本来的那样)属于他人,那就永远没有任何人能强迫你,没有任何人能阻碍你,你不会埋怨任何人,不会谴责任何人,绝不会违背意愿去做任何一件事,没有人能伤害你,你不会有任何仇敌,因为你根本不会遭受任何伤害。
τηλικούτων οὖν ἐφιέμενος μέμνησο, ὅτι οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν,2 ἀλλὰ τὰ μὲν ἀφιέναι παντελῶς, τὰ δʼ ὑπερτίθεσθαι πρὸς τὸ παρόν. ἐὰν δὲ καὶ ταῦτʼ ἐθέλῃς καὶ ἄρχειν καὶ πλουτεῖν, τυχὸν3 μὲν οὐδʼ αὐτῶν τούτων τεύξῃ διὰ τὸ καὶ τῶν προτέρων ἐφίεσθαι, πάντως γε μὴν ἐκείνων ἀποτεύξῃ, διʼ ὧν μόνων ἐλευθερία καὶ εὐδαιμονία περιγίνεται.
因此,追求如此重大的事物时,你要记住,不可心不在焉地着手从事它们,而是必须将有些事物完全放弃,将另一些事物在当下暂时搁置。但如果你既想要这些,又想掌权致富,那么由于你同时追求前者,也许你连后者都得不到,而唯有借由它们才能获得自由与幸福的前者,你更将绝对无法得到。
εὐθὺς οὖν πάσῃ φαντασίᾳ τραχείᾳ μελέτα ἐπιλέγειν ὅτι φαντασία εἶ καὶ οὐ πάντως τὸ φαινόμενον. ἔπειτα ἐξέταζε αὐτὴν καὶ δοκίμαζε τοῖς κανόσι τούτοις οἷς ἔχεις, πρώτῳ δὲ τούτῳ καὶ μάλιστα, πότερον περὶ τὰ ἐφʼ ἡμῖν ἐστιν ἢ περὶ τὰ οὐκ ἐφʼ ἡμῖν· κἂν περί τι τῶν οὐκ ἐφʼ ἡμῖν ᾖ, πρόχειρον ἔστω τὸ διότι οὐδὲν πρὸς ἐμέ4
因此,每当遇到严酷的表象时,你要立刻练习对它说:“你只是一个表象,绝不是那显现的事物本身。” 然后,用你所拥有的那些准则来检验它、审查它,首先也是最主要的是用这条准则:它是关于在我们权能之内的事物,还是关于不在我们权能之内的事物?如果是关于不在我们权能之内的任何事物,就要随时准备好说:“这与我无关。”
- 1.1ἐφʼ ἡμῖν
介词 ἐπί 接与格的惯用结构,作表语,意为“在我们权能之内”或“取决于我们”。
- 1.4οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν
完成体分词 μετρίως κεκινημένον 作宾格,作为受非人称动词 δεῖ 支配的不定式 ἅπτεσθαι 的逻辑主语,意为“不可带着不温不火的心情去着手它们”。
- 1.4τυχὸν
由动词 τυγχάνω 的不定过去分词中性单数宾格演变而来的绝对宾格副词用法,意为“或许”、“大概”。
- 1.5τὸ διότι οὐδὲν πρὸς ἐμέ
中性单数冠词 τό 将由连词 διότι(此处同 ὅτι,引出引语或判断)引导的分句整体名词化,作谓语动词 ἔστω 的主语,意为“‘这与我无关’这一断言”。
