← 阿基米德

数沙术

§3#2

八度的划分与等比数列的指数法则

阿基米德具体解释了基于其命名系统的八个数字一组(八度)的划分方式,并证明了等比数列中乘法符合指数法则(项数相加)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3#2

ἀριθμῶν ἀπὸ τᾶς πρώτας ὀκτάδος τῶν ἀριθμῶν.1 τᾶς μὲν οὖν πρώτας ὀκτάδος τῶν ἀριθμῶν ὁ ὄγδοός ἐστιν ἀριθμὸς χιλίαι μυριάδες, τᾶς δὲ δευτέρας ὀκτάδος ὁ πρῶτος, ἐπεὶ δεκαπλασίων ἐστὶν τοῦ πρὸ αὐτοῦ,2 μυρίαι μυριάδες ἐσσεῖται. οὗτος δέ ἐστι μονὰς τῶν δευτέρων ἀριθμῶν. ὁ δὲ ὄγδοος τᾶς δευτέρας ὀκτάδος ἐστὶ χιλίαι μυριάδες τῶν δευτέρων ἀριθμῶν. πάλιν δὲ καὶ τᾶς τρίτας ὀκτάδος ὁ πρῶτος, ἐπεὶ δεκαπλασίων ἐστὶ τοῦ πρὸ αὐτοῦ, μυρίαι μυριάδες ἐσσεῖται τῶν δευτέρων ἀριθμῶν. οὗτος δέ ἐστιν μονὰς τῶν τρίτων ἀριθμῶν. φανερὸν δέ, ὅτι καὶ ὁποσαιοῦν ὀκτάδες ἑξοῦντι, ὡς εἰρήται.3 χρήσιμον δέ ἐστι καὶ τόδε γιγνωσκόμενον. εἰ κα ἀριθμῶν ἀπὸ τᾶς μονάδος ἀνάλογον ἐόντων πολλαπλασιάζωντί τινες ἀλλάλους τῶν ἐκ τᾶς αὐτᾶς ἀναλογίας, ὁ γενόμενος ὁμοίως ἐσσεῖται ἐκ τᾶς αὐτᾶς ἀναλογίας ἀπέχων ἀπὸ μὲν τοῦ μείζονος τῶν πολλαπλασιαξάντων ἀλλάλους, ὅσους ὁ ἐλάττων τῶν πολλαπλασιαξάντων ἀπὸ μονάδος ἀνάλογον ἀπέχει, ἀπὸ δὲ τᾶς μονάδος ἀφέξει ἑνὶ ἐλαττόνας, ἢ ὅσος ἐστὶν ὁ ἀριθμὸς συναμφοτέρων,4 οὓς ἀπέχοντι ἀπὸ μονάδος οἱ πολλαπλασιάξαντες ἀλλάλους. ἔστων γὰρ ἀριθμοί τινες ἀνάλογον ἀπὸ μονάδος, οἱ Α, Β, Γ, Δ, Ε, Ζ, Η, Θ, Ι, Κ, Λ, μονὰς δὲ ἔστω ὁ Α. καὶ πεπολλαπλασιάσθω ὁ Δ τῷ Θ, ὁ δὲ γενόμενος ἔστω ὁ Χ. λελάφθω δὴ ἐκ τᾶς ἀναλογίας ὁ Λ ἀπέχων ἀπὸ τοῦ Θ τοσούτους, ὅσους ὁ Δ ἀπὸ μονάδος ἀπέχει. δεικτέον, ὅτι ἴσος ἐστὶν ὁ Χ τῷ Λ. ἐπεὶ οὖν ἀνάλογον ἐόντων ἀριθμῶν ἴσους ἀπέχει ὅ τε Δ ἀπὸ τοῦ Α, καὶ ὁ Λ ἀπὸ τοῦ Θ, τὸν αὐτὸν ἔχει λόγον ὁ Δ ποτὶ τὸν Α, ὃν ὁ Λ ποτὶ τὸν Θ. πολλαπλασίων δέ ἐστιν ὁ Δ τοῦ Α τῷ Δ. πολλαπλασίων ἄρα ἐστὶν καὶ ὁ Λ τοῦ Θ τῷ Δ. ὥστε ἴσος ἐστὶν ὁ Λ τῷ Χ. δῆλον οὖν, ὅτι ὁ γενόμενος ἐκ τᾶς ἀναλογίας τέ ἐστιν καὶ ἀπὸ τοῦ μείζονος τῶν πολλαπλασιαξάντων ἀλλάλους ἴσους ἀπέχων, ὅσους ὁ ἐλάττων ἀπὸ τᾶς μονάδος ἀπέχει. φανερὸν δέ, ὅτι καὶ ἀπὸ μονάδος ἀπέχει ἑνὶ ἐλαττόνας, ἢ ὅσος ἐστὶν ὁ ἀριθμὸς συναμφοτέρων, οὓς ἀπέχοντι ἀπὸ τᾶς μονάδος οἱ Δ, Θ. οἱ μὲν γὰρ Α, Β, Γ, Δ, Ε, Ζ, Η, Θ τοσούτοι ἐντί, ὅσους ὁ Θ ἀπὸ μονάδος ἀπέχει, οἱ δὲ Ι, Κ, Λ ἑνὶ ἐλαττόνες, ἢ ὅσους ὁ Δ ἀπὸ μονάδος ἀπέχει· σὺν γὰρ τῷ Θ τοσούτοι ἐντί.

……根据其与第一组八个数字的距离。因此,在第一组八个数字中,第八个数字是千个万,而第二组八个数字中的第一个数字,因为它是其前一个数字的十倍,将是万个万;而这就是第二类数的单位。第二组八个数字中的第八个数字则是第二类数中的千个万。同样,第三组八个数字中的第一个数字,因为它是其前一个数字的十倍,将是第二类数中的万个万;而这就是第三类数的单位。显然,无论第几组八个数字,都会如前所述地进行下去。另外,知晓以下这点也是有用的。如果有从单位开始依次呈等比排列的数字,其中属于同一比例序列的某些数字互相相乘,那么所得的积也将同样属于同一比例序列,并且它距离相乘两个数中较大者的项数,等于较小者距离单位的项数;而它距离单位的项数,将比相乘两个数距离单位的项数之和少一个。例如,设从单位开始呈等比排列的若干个数字为 A, B, G, D, E, Z, H, Th, I, K, L,并设 A 为单位,让 D 乘以 Th,所得的积设为 X。现在,在此比例序列中取 L,使其距离 Th 的项数等于 D 距离单位的项数;必须证明 X 等于 L。由于当数字成比例时,D 距离 A 的项数与 L 距离 Th 的项数相等,所以 D 对 A 的比等于 L 对 Th 的比。而 D 是 A 的 D 倍;因此 L 也是 Th 的 D 倍,所以 L 等于 X。因此显然,所得的积既属于该比例序列,且距离相乘两个数中较大者的项数,等于较小者距离单位的项数。同样显然的是,它距离单位的项数,比 D 和 Th 距离单位的项数之和少一个;因为 A, B, G, D, E, Z, H, Th 的数量,与 Th 距离单位的项数(即八个)相同,而 I, K, L 则比 D 距离单位的项数少一个;因为加上 Th 之后,它们就是那个数量了。

语法注4 条
  1. 3ἀπὸ τᾶς πρώτας ὀκτάδος τῶν ἀριθμῶν.

    此句接续前一分段末尾的 τᾶς ὀκτάδος τῶν,修饰前文的 συνωνύμων καλουμένων ἐσσοῦνται τᾷ ἀποστάσει(根据与……的距离,属于同名分类下的数字),整体意为“根据其与第一组八个数字的距离”。

  2. 3τοῦ πρὸ αὐτοῦ

    介词 πρό(在……之前)与中性单数属格冠词 τοῦ 连用,作名词性使用,意为“其前一个(数字)”。它作为比较属格,受前方的比较级形容词 δεκαπλασίων(十倍的)支配。

  3. 3ἑξοῦντι, ὡς εἰρήται

    ἑξοῦντι 是动词 ἔχω 的将来时第三人称复数形式 ἕξουσι 的多利亚方言形。此处作不及物动词(或省略 ἑαυτοὺς 作反身代词)使用,意为“保持某种状态”或“进行”,意即“显然,无论第几组八个数字,都会如前所述地进行下去”。

  4. 3ἑνὶ ἐλαττόνας, ἢ ὅσος ἐστὶν ὁ ἀριθμὸς συναμφοτέρων

    ἑνὶ 是表示相差程度的与格,意为“(少)一个”。ἑνὶ ἐλάττονας(少一个)作为距离对格,充当 ἀφέξει(将距离)的宾语补足语。συναμφοτέρων(两者合起来的)为属格,是关系代名词 οὓς 的先行词受吸引而变格,或用作比较属格。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-25)
  • 2026-11-25 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:3#2