← 阿基米德

数沙术

§3#1

表示巨大数的命名法与数的分类

阿基米德定义了一套用于表示任意大数的独特命名系统(“数”的类别与“周期”),超越了常规直到“万个万”的命名法,并开始引入等比数列的性质作为其应用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3#1

Ἃ μὲν οὖν ὑποτιθέμαι, ταῦτα.1 χρήσιμον δὲ εἶμεν ὑπολαμβάνω τὰν κατονόμαξιν τῶν ἀριθμῶν ῥηθήμεν, ὅπως καὶ τῶν ἄλλων οἱ τῷ βιβλίῳ μὴ περιτετευχότες τῷ ποτὶ Ζεύξιππον γεγραμμένῳ μὴ πλανώνται διὰ τὸ μηδὲν εἶμεν ὑπὲρ αὐτᾶς ἐν τῷδε τῷ βιβλίῳ προειρημένον.2 συμβαίνει δὴ τὰ ὀνόματα τῶν ἀριθμῶν ἐς τὸ μὲν τῶν μυρίων ὑπάρχειν ἁμῖν παραδεδομένα, καὶ ὑπὲρ τὸ τῶν μυρίων [μὲν] ἀποχρεόντως ἐγγιγνώσκομες μυριάδων ἀριθμὸν λεγόντες ἔστε ποτὶ τὰς μυρίας μυριάδας. ἔστων οὖν ἁμῖν οἱ μὲν νῦν εἰρημένοι ἀριθμοὶ ἐς τὰς μυρίας μυριάδας πρώτοι καλουμένοι. τῶν δὲ πρώτων ἀριθμῶν αἱ μυρίαι μυριάδες μονὰς καλείσθω δευτέρων ἀριθμῶν, καὶ ἀριθμείσθων τῶν δευτέρων μονάδες καὶ ἐκ τᾶν μονάδων δεκάδες καὶ ἑκατοντάδες καὶ χιλιάδες καὶ μυριάδες ἐς τὰς μυρίας μυριάδας. πάλιν δὲ καὶ αἱ μυρίαι μυριάδες τῶν δευτέρων ἀριθμῶν μονὰς καλείσθω τρίτων ἀριθμῶν, καὶ ἀριθμείσθων τῶν τρίτων ἀριθμῶν μονάδες καὶ ἀπὸ τᾶν μονάδων δεκάδες καὶ ἑκατοντάδες καὶ χιλιάδες καὶ μυριάδες ἐς τὰς μυρίας μυριάδας. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν τρίτων ἀριθμῶν μυρίαι μυριάδες μονὰς καλείσθω τετάρτων ἀριθμῶν, καὶ αἱ τῶν τετάρτων ἀριθμῶν μυρίαι μυριάδες μονὰς καλείσθω πέμπτων ἀριθμῶν, καὶ ἀεὶ οὕτως προαγόντες οἱ ἀριθμοὶ τὰ ὀνόματα ἐχόντων3 ἐς τὰς μυριακισμυριοστῶν ἀριθμῶν μυρίας μυριάδας. ἀποχρέοντι μὲν οὖν καὶ ἐπὶ τοσοῦτον οἱ ἀριθμοὶ γιγνωσκομένοι. ἔξεστι δὲ καὶ ἐπὶ πλέον προάγειν. ἔστων γὰρ οἱ μὲν νῦν εἰρημένοι ἀριθμοὶ πρώτας περιόδου καλουμένοι, ὁ δὲ ἔσχατος ἀριθμὸς τᾶς πρώτας περιόδου μονὰς καλείσθω δευτέρας περιόδου πρώτων ἀριθμῶν. πάλιν δὲ καὶ αἱ μυρίαι μυριάδες τᾶς δευτέρας περιόδου πρώτων ἀριθμῶν μονὰς καλείσθω τᾶς δευτέρας περιόδου δευτέρων ἀριθμῶν. ὁμοίως δὲ καὶ τούτων ὁ ἔσχατος μονὰς καλείσθω δευτέρας περιόδου τρίτων ἀριθμῶν, καὶ ἀεὶ οὕτως οἱ ἀριθμοὶ προαγόντες τὰ ὀνόματα ἐχόντων τᾶς δευτέρας περιόδου ἐς τὰς μυριακισμυριοστῶν ἀριθμῶν μυρίας μυριάδας. πάλιν δὲ καὶ ὁ ἔσχατος ἀριθμὸς τᾶς δευτέρας περιόδου μονὰς καλείσθω τρίτας περιόδου πρώτων ἀριθμῶν, καὶ ἀεὶ οὕτως προαγόντων ἐς τὰς μυριακισμυριοστᾶς περιόδου μυριακισμυριοστῶν ἀριθμῶν μυρίας μυριάδας. τούτων δὲ οὕτως κατωνομασμένων, εἴ κα ἔωντι ἀριθμοὶ ἀπὸ μονάδος ἀνάλογον ἑξῆς κειμένοι,4 ὁ δὲ παρὰ τὰν μονάδα δεκὰς ᾖ, ὀκτὼ μὲν αὐτῶν οἱ πρῶτοι σὺν τᾷ μονάδι τῶν πρώτων ἀριθμῶν καλουμένων ἐσσοῦνται, οἱ δὲ μετ᾽ αὐτοὺς ἄλλοι ὀκτὼ τῶν δευτέρων καλουμένων, καὶ οἱ ἄλλοι τὸν αὐτὸν τρόπον τούτοις τῶν συνωνύμων καλουμένων ἐσσοῦνται τᾷ ἀποστάσει τᾶς ὀκτάδος τῶν

以上就是我的假设。不过,我认为阐明数字的命名方法是有用的,以免其他没有读过写给宙克西波斯的那本书的人,因为本书中之前未曾对此提及而产生困惑。的确,传给我们的数字名称直到一万为止,而在一万之上,我们也可以通过说“若干个万”来充分知晓它们,直到“万个万”。因此,让我们把目前提到的直到“万个万”的数字称为我们所说的“第一类数”;在第一类数中,“万个万”应该被称为“第二类数”的“单位”;并且让我们数第二类数的单位,以及由这些单位组成的十、百、千、万,直到“万个万”。同样,第二类数中的“万个万”应该被称为“第三类数”的“单位”,并且让我们数第三类数的单位,以及由这些单位开始的十、百、千、万,直到“万个万”。以同样的方法,第三类数中的“万个万”应该被称为“第四类数”的“单位”,第四类数中的“万个万”应该被称为“第五类数”的“单位”,如此不断推进,让这些数字直到“第一万万类数”的“万个万”都有其名称。到此为止所知晓的数字虽然已经足够,但我们也可以推进得更远。因为,让目前提到的这些数字被称为“第一周期”的数字,而第一周期的最后一个数,则被称为“第二周期第一类数”的“单位”。同样,第二周期第一类数的“万个万”,应该被称为“第二周期第二类数”的“单位”。同理,这些数中的最后一个数应该被称为“第二周期第三类数”的“单位”,如此不断推进,让第二周期的数字直到“第一万万类数”的“万个万”都有其名称。同样,第二周期的最后一个数,应该被称为“第三周期第一类数”的“单位”,如此不断推进,直到“第一万万周期第一万万类数”的 “万个万”都有其名称。 在这些数字得到如此命名之后,如果有从单位开始依次呈等比排列的数字,且紧挨着单位的数是十,那么包括单位在内的前八个数字将属于所谓的“第一类数”,而其后的另外八个数字将属于所谓的“第二类数”,其它数字也以同样的方式,根据其与八个数字一组的距离,属于同名分类下的数字,即:

语法注4 条
  1. 3Ἃ μὲν οὖν ὑποτιθέμαι, ταῦτα

    省略了动词 ἐστίν。关系代词 Ἃ 的先行词是主句中的指示代词 ταῦτα·(tauta),字面意思是“我所假设的就是这些”。

  2. 3διὰ τὸ μηδὲν εἶμεν ὑπὲρ αὐτᾶς ἐν τῷδε τῷ βιβλίῳ προειρημένον

    由介词 διά 和带冠词的不定式 τὸ εἶμεν(多利斯方言,相当于雅典方言的 εἶναι)组成的因果副词短语。εἶμεν 与被动分词 προειρημένον 结合,构成类似于完成时态被动不定式的迂回表达,其逻辑主语是中性代词 μηδέν(没有任何事物)。阴性单数属格 αὐτᾶς(多利斯方言,相当于 αὐτῆς)指代前文的 κατονόμαξιν(命名,阴性名词)。

  3. 3ἐχόντων

    第三人称复数现在主动命令式。这是多利斯方言的特征词形,相当于雅典方言的 ἐχέτωσαν(让它们拥有)。主语是前文的 οἱ ἀριθμοί(数字)。

  4. 3εἴ κα ἔωντι ἀριθμοὶ ἀπὸ μονάδος ἀνάλογον ἑξῆς κειμένοι

    虚拟语气的条件从句。εἴ κα 相当于雅典方言的 ἐάν,ἔωντι 是 ὦσι(εἰμί 的现在时第三人称复数虚拟式)的多利斯方言形式。短语 ἀνάλογον ἑξῆς κείμενοι(“依次按比例排列的”)是表示几何等比数列的数学惯用表达。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-25)
  • 2026-11-25 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:3#1