← 阿庇安

布匿战争

§962

普布利乌斯反对媾和与力主削弱迦太基的演说

执政官科尔内利乌斯·伦图卢斯的亲族普布利乌斯·科尔内利乌斯起而反驳,列举迦太基历来的背信弃义与残暴行径,坚决反对媾和并主张迫使其无条件投降。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§962

ὁ μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως· τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολέμοις, ὦ ἄνδρες, χρήσιμον· καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ1 τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δʼ ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Καρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξηθῆναι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδʼ ἀμετρίας μοι δοκῶ δόξαν οἴσεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται. καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων· οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δʼ αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην τῆς ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ, καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας, ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν. οὗτοι Ζακανθαίους, πόλιν Ἰβηρίας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες, καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύσειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπʼ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δʼ Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ,2 τάς τε πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν. πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δʼ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δʼ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δʼ ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν. τούτοις οὖν τίς ἐστὶν ἔλεος ἢ μετριοπάθεια παρʼ ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδʼ ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδʼ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν;3 ἀλλὰ πίστις ἐστὶ βέβαιος ἡ δεξιά. ποία; τίς σπονδή, τίς ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμότητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλʼ ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ νενικημένων, ὡς πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δʼ ἡμεῖς. καὶ ὅ τι ἂν δῶμεν, εἴσονται χάριν, οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοιν ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν ἀεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δʼ ἀμφίλογα εὐπροφάσιστα. ὅταν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφʼ ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἐστὶν ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δʼ ὅ τι ἂν παρʼ ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει.

他如此陈词;然而当时任执政官并期望接替西庇阿职位的科尔内利乌斯·伦图卢斯的亲族普布利乌斯·科尔内利乌斯,则起而反驳道: “诸位,在战争中唯有利益才是切实有用的。既然这些人把那座城邦描述得至今仍然强大,我们就愈发必须警惕它那依附于实力的背信弃义;既然我们无法根除它的背信,就必须先行剥夺它的力量。要消除来自迦太基人的恐惧,对我们而言再没有比眼下更适宜的时机了,因为此时他们在各个方面都衰弱无告,切莫等到他们在这两方面重新复苏。我绝无回避正义考量之意,也并不认为我国在处置迦太基人时会招致不知节制的声名。盖因这伙人在顺境中对所有人肆意作恶、百般凌辱,在逆境中则卑躬屈膝,而一旦得逞,又旋即在和约上出尔反尔。他们对停战既无敬畏,对誓言也无顾忌;然而这位辩者却要求我们出于对天谴和人妒的顾虑而保全他们。但我认为,正是诸神亲自将迦太基逼入此等绝境,为的是让那些在西西里、伊比利亚、意大利以及利比亚本土,对我们以及对所有其他人一贯订约又背誓、行事可怖且凶残之徒,终有一天为其不敬偿还罪责。在列举他们针对我国的罪行之前,我将先向诸位详述他们对旁人所犯下的暴行,以便诸位明了,若迦太基人伏法受诛,天下之人皆将拍手称快。 “这些人曾将伊比利亚的名城萨贡托——既与他们订有和约、又是我们的盟友——在全无过错的情况下将青年男子斩尽杀绝。他们以和约受降了臣服于我们的努凯里亚,起誓准许每人携两件外袍离去,却将其元老院议员锁闭于公共浴场中,在浴场下生火将他们闷死,又用标枪射杀离开的民众。在休战期间,他们将阿凯拉埃的元老院议员投入井中,并将井填土封死。他们以誓言诱骗我们的执政官马尔库斯·科尔内利乌斯,谎称邀他探视他们患病的统帅,却将其劫持,连同二十二艘战船从西西里掳往利比亚沦为囚徒。他们还残酷折磨并杀害了我们的另一位统帅雷古卢斯,而他正是出于严守誓言才返回他们那里的。至于汉尼拔通过交战、设伏或背誓,对我们的城邦和营垒,以及最终对他自己的盟友所犯下的一切——摧毁其城池并屠杀同他并肩作战之人——若要一一列举,未免过于冗长;仅他摧毁了我们四百座城镇这一条便已足够。对于我们的战俘,他们或投入堑壕与河流中当作桥梁踩踏,或扔在战象脚下践踏,或强令彼此角斗决死,挑唆兄弟残杀兄弟、父亲戕害儿子。至于最近之事:他们在此地为和平奔走请愿、哀求并发誓,甚至在他们的使节尚留此地之时,却在利比亚抢掠我们的船只并囚禁我们的士兵。因其凶残成性,他们竟陷入这般狂悖之境。 “既然如此,对于从未对任何人展现过丝毫节制与仁慈之人,他人对其又有何怜悯或宽容可言?正如西庇阿所说,若是他们俘获了我们,甚至连罗马人的名号都不会留下!有人却说:‘执手订誓乃是稳固的信义。’何等信义?有哪一次停战、哪一个誓言是他们未曾践踏的?又有哪一项和约与恩惠是他们未曾狂妄背弃的?他说:‘我们切莫效仿他们。’可尚未订立任何条款的我们,究竟撕毁了哪项和约?他说:‘那么我们切莫效仿他们的凶残。’难道我们竟要把最残暴之徒纳为友邦与盟友吗?这两条道路皆不可取。相反,让他们按照战败者的法度向我们无条件归顺投降,正如许多人此前所做的那样,随后由我们定夺。如此一来,无论我们赐予什么,他们都将视为恩赐而心存感激,而不会将其视作条约。二者的区别就在于此:只要是缔结条约,他们就会如往昔一样撕毁,总是拿条约的言辞作为借口,宣称自己在其中受到了亏待;而争议之处最易沦为借口。但若他们无条件投降,我们收缴其武器,其人身悉由我们处置,且他们确信自己别无所存,其傲气必将受挫,无论从我们这里获得什么,他们都会作为外来的施舍而欣然领受。因此,若西庇阿持有异议,诸位尽可权衡不同见解;但他若打算背着诸位自行与迦太基人媾和,当初又何必修书呈报诸位?就我而言,我面对着对这些事务拥有全权裁决的诸位,已然陈述了我认为有益于城邦的政见。”

语法注3 条
  1. 962ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ

    此处省略了与关系副词 ὅσῳ(按……程度)相对应的句中指示副词(如 τοσούτῳ)。反驳者以此将主和派的论据反制其身:对方越是证明迦太基尚有实力,我方就越成比例地需要对其加强戒备。

  2. 962λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ

    现在分词 λήγων 源自动词 λήγω(停止、终了),在此作副词性用法,意为“以……告终”或“最终转而向……”。它与介词短语 ἐς τοὺς συμμάχους ... τοὺς αὑτοῦ(针对他自己的盟友)连用,表明汉尼拔肆虐的目标最终波及到了他自家的盟军。

  3. 962τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδʼ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν

    该分词短语由与格定冠词 τοῖς 引导(作前句 τούτοις 的同位语),与前句的 τοῖς ... εἰργασμένοις 平行。在与过去事实相反的条件从句(εἰ ἐλάβοντο ἡμῶν)之后,分词结合小词 ἄν(οὐδʼ ἂν ... ὑπολιποῦσιν)代替了直陈式过去时+ἄν 的定式动词归结从句,意为“对于那些倘若俘获了我们、甚至连罗马人之名都不会留下的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:962