← 阿庇安

布匿战争

§957#2

毁灭迦太基之险与支持西庇阿和约

演说者指出迫使迦太基陷入绝境将带来严峻的军事风险,西庇阿提出的严苛和约已足以惩戒敌邦,且日后在统治上面临诸多困境(马西尼萨过度坐大、驻军耗资巨大、殖民者可能失控),因而力劝顾问会议采纳西庇阿的和平提议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§957#2

τί οὖν παθόντες1 ἐπὶ Καρχηδονίων ἀλλάξωμεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; διʼ αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλʼ ὅτι πολλάκις παρεσπόνδησεν ἐς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαντες. ἀλλʼ ὅτι μικρὰν νῦν ὑφίστανται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται,2 καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι, καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι, καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιγύων ἑτέρους ἄγει πολλούς, καὶ Οὐερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρʼ ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δʼ οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐν αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν. ἃ καὶ Σκιπίων ἔοικεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ἡμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δʼ ὅτι καὶ βραδυνόντων συνθήσεται.3 εἰκὸς δʼ ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον τι συνορᾶν, ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε, ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν, ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδʼ ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνέ τε, καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο, καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι, πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ, ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας· οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων4 ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δʼ αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὔξεσθαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι· νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχοῦνται, ὕστερον δʼ ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί. εἰ δʼ ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δʼ αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; ἃ μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν, νέμεσίν τε θεῶν φυλασσόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δʼ ἔχειν δώσομεν; ἀλλʼ εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδʼ ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἀλλʼ ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλʼ ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεησόμεθα. ἀλλʼ ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δʼ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι, χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκιπίων κελεύειν ἡμῖν δέχεσθαι τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ.

那么,我们究竟是出于何种念头,竟要在对待迦太基人时改变我们迄今赖以昌盛的本性呢?是因为这座城邦比别邦更庞大吗?然而正因如此,它才更值得宽恕。是因为它屡次破坏与我们的休战协定吗?其他人也破坏过,几乎所有人都破坏过。还是因为他们如今所承受的惩罚太轻了?他们除了十艘战船外全部被剥夺,交出了作为其力量依托的战象,缴纳一万优卑亚塔兰同,放弃所有城邦以及在腓尼基堑壕之外统治的所有土地,被禁止征募军队,在仍受饥荒之苦时归还因饥馑而掠夺的物资,而且曾与他们交战的西庇阿将成为一切争议的仲裁人。就我而言,鉴于这些条款的重大与繁多,我赞赏西庇阿,并要求诸位出于对天妒和人世变迁的戒惧而宽恕他们;因为在我们缔约之前,他们仍拥有众多船只和大量战象,身为杰出统帅的汉尼拔已拥有大军,马戈正率领着大批凯尔特人和利古里亚人赶来,西法克斯之子韦尔米纳以及其他努米底亚部族与他们结盟,他们还蓄有大量奴隶。倘若他们对我们开出的条件感到绝望,他们必将不惜一切代价倾其所有投入战斗。而在战场上,没有什么比拼死一搏更难对付的了,在那种境地中,神明也是莫测且好妒的。 “西庇阿似乎正是预见到了这些危险,才向我们送来他的建议,并补充说即使我们拖延不决,他也将自行缔约。而他身处战地现场,自然比我们更能权衡这些事务,也更具远见。若我们废除他的建议,便会伤害一位热爱城邦的人和卓越的统帅;当我们甚至不愿前往利比亚时是他激励了我们,当未获军队配给时是他自行募军,并将那里的局势推进到了超出我们预期的地步。确实令人惊异的是,诸位在这场战争之初怠惰消沉,如今却变得争强好胜且不知节制。如果有人认为这些道理固然在理,却唯恐迦太基人如今再度撕毁和约,那么极有可能的是,他们因以往的违约而饱尝苦果,如今已深知恪守和约的重要,因不敬而屈膝之后,将来必会将虔敬置于极高的地位。同一批顾问官员绝不应当片刻前还鄙视迦太基人毫无实力,下一刻又畏惧他们有能力反叛。对我们而言,防范他们使其不再坐大,比起现在彻底消灭他们要容易得多;因为现在他们会出于绝望而战,而在将来,我们则可在他们始终恐惧的戒备下监控他们。即便没有我们出手,他们也将灾祸缠身:四周所有的邻邦都会因痛恨其昔日的暴虐而施加压迫,而对我们最为忠诚的马西尼萨也将随时在旁伺机而动。 “然而,若有人甚至藐视这所有一切,只顾一己之私,盘算着自己如何接替西庇阿的统帅之职,并深信命运会始终眷顾自己,那么,即便我们攻陷了该城,攻陷之后我们又该如何处置它呢?难道仅仅因为他们抢夺了我们的粮食和船只,我们就要将其彻底夷平吗?可他们已提出连同许多其他财物一并归还。或者,我们出于防范神明的惩罚和世人的指责而不这样做,转而将其赠予马西尼萨据有?然而,纵使他是朋友,我们也不应让他过分强大,而应认为他们相互倾轧才符合罗马全邦的利益。抑或我们将该地作为税赋来源保留?但负责守卫的军队便会耗尽这些税收;因为处在如此众多的邻邦以及全系蛮族的环境中,我们将需要庞大的军队。抑或我们要将殖民者派往如此众多的努米底亚人当中?若蛮族势力强大,殖民者将时刻遭受惨痛灾难;若殖民者压制了蛮族,他们坐拥如此广袤且远优于我们本土的土地,将来必会成为令我们生畏且生妒的强敌。在我看来,西庇阿正是洞察了这些利害,才要求我们接受迦太基人的恳请。因此,让我们顺从哀求者,也顺从我们的统帅吧。”

语法注4 条
  1. 957τί οὖν παθόντες

    带有分词 παθόντες 的惯用修辞表达(τί παθών / τί παθόντες,字面为“遭受了何事?”),用于诘问某种反常的动机或不可理喻的举动(“究竟是出于何种念头/怎么回事”)。其后的 ἀλλάξωμεν 为审议性虚拟语气(deliberative subjunctive)。

  2. 957ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται

    关系代词 ὧν 指代前文的迦太基人,在被动语态动词 παραιροῦνται(被剥夺)中作分离属格(“从他们手中夺走全部船只”),同时作为统摄随后一系列条件分句(παραδιδόασι、τελοῦσι 等)的领属/关涉属格。

  3. 957ἐπειπεῖν δʼ ὅτι καὶ βραδυνόντων συνθήσεται

    βραδυνόντων 是属格绝对结构(genitive absolute),其逻辑主语(ἡμῶν,即元老院顾问官员们/我们)因语境明确而被省略,意为“即便我们拖延不决”。καί 在此表示让步(“即使”)。

  4. 957οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων

    连系动词 ἔστι 搭配属格 τῶν αὐτῶν συμβούλων 构成的表语属格(表示特征或本分),意为“这并非同一批顾问官员的作为/特征”。后接的不定词短语(ἄρτι μὲν καταφρονεῖν... δεδιέναι δʼ αὖθις...)充当句子的实际主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:957#2