- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg004.humanitext-grc2:VIII-IX
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
伊庇鲁斯国王皮洛士在塔兰托实行严格的军事管制,引发市民反抗。与此同时,驻扎在雷吉乌姆的罗马守军屠杀居民并强占该城,但其失明的首领德基乌斯随后自杀,叛乱分子最终受到罗马的严惩。
"Οτι μετὰ τὸ ναυάγιον ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου ἐς τὸν Τάραντα κατήγετο, καὶ οἱ Ταραντῖνοι τότε μάλιστα τοὺς βασιλικοὺς ἐβαρύνοντο, ἐσοικιζομένους1 τε παρὰ σφᾶς βίᾳ, καὶ φανερῶς ἐνυβρίζοντας ταῖς αὐτῶν γυναιξὶ καὶ παισίν. ὡς δὲ καὶ τὰ συσσίτια σφῶν ὁ Πύρρος καὶ τὰς ἄλλας συνόδους καὶ διατριβὰς ὡς οὐ πρεπούσας πολέμῳ διέλυε, γυμνάσιά τε ἔνοπλα ἔτασσεν αὐτοῖς, καὶ θάνατον τοῖς ἀμελοῦσιν ὥριζε, τότε δὴ καὶ πάμπαν ἀήθεσιν ἔργοις καὶ ἐπιτάγμασι κάμνοντες οἱ Ταραντῖνοι τῆς πόλεως ὡς ἀλλοτρίας ἐς τοὺς ἀγροὺς ἀπεδίδρασκον. καὶ ὁ βασιλεὺς τὰς θύρας ἀπέκλειε, καὶ φρουρὰς ἐφίστη. καὶ οἱ Ταραντῖνοι τῆς ἀβουλίας σφῶν ᾐσθάνοντο σαφῶς."
难破之后,伊庇鲁斯国王皮洛士抵达塔兰托,此时塔兰托人特别怨恨国王的士兵,因为他们强行寄宿在自己家中,并公然侮辱他们的妻子和儿女。当皮洛士还取消了他们的公共伙食以及其他集会和消遣,认为这些不适合战争,并向他们规定了武装训练,对怠慢者处以死刑时,那时,塔兰托人因完全不习惯的操作和命令而精疲力竭,纷纷从自己的城市逃往田野,仿佛那是别人的城市一样。国王关闭了城门,并派兵驻守。塔兰托人这才清楚地意识到自己的愚蠢。
" ὅτι ὅσοι ἐν Ῥηγίῳ Ῥωμαίων2 ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῆς πόλεως, μή τι πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, παρέμενον, αὐτοί τε καὶ Δέκιος ὁ ἡγεμὼν αὐτῶν, τοῖς ἀγαθοῖς τῶν Ῥηγίνων φθονήσαντες, καὶ φυλάξαντες αὐτοὺς εὐωχουμένους ἐν ἑορτῇ διέφθειραν, καὶ ταῖς γυναιξὶν ἀκουσίαις συνῆσαν. πρόφασιν δὲ τῆς παρανομίας ἔφερον ὅτι Ῥηγῖνοι τὴν φρουρὰν προεδίδοσαν Πύρρῳ. καὶ Δέκιος μὲν ἀντὶ φρουράρχου τύραννος ἦν, καὶ φιλίαν ἔθετο Μαμερτίνοις τοῖς ἐπὶ τοῦ πορθμοῦ τοῦ Σικελικοῦ κατῳκημένοις, οὐ πρὸ πολλοῦ κἀκείνοις ἐς ἰδίους ξένους ὅμοια δεδρακόσιν. ἀλγήσαντα3 δʼ αὐτὸν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ἐν Ῥηγίῳ ἰατροῖς ἀπιστοῦντα, μετάπεμπτος ἀπὸ Μεσσήνης ἐθεράπευε Ῥηγῖνος ἀνήρ, μετῳκηκὼς ἐς Μεσσήνην πρὸ πολλοῦ, ὅτι Ῥηγῖνος ἦν ἀγνοούμενος.4 οὗτος αὐτὸν ἔπεισεν ἐπὶ ἀπαλλαγῇ συντόμῳ φαρμάκων ἀνασχέσθαι θερμῶν, καὶ χρίσας τοῖς κατακαίουσι καὶ δαπανῶσιν ἐκέλευσεν ἀνασχέσθαι τοῦ πόνου μέχρι αὐτὸς ἐπανέλθοι, καὶ λαθὼν ἔπλευσεν ἐς Μεσσήνην. ὁ δʼ ἐς πολὺ τῆς ὀδύνης ἀνασχόμενος ἀπενίψατο, καὶ εὗρε τοὺς ὀφθαλμοὺς δεδαπανημένους. Φαβρίκιος δὲ ὑπὸ Ῥωμαίων ἐπὶ διορθώσει τῶνδε πεμφθεὶς τήν τε πόλιν τοῖς ἔτι Ῥηγίνοις λοιποῖς ἀπεδίδου, καὶ τῶν φρουρῶν5 τοὺς αἰτίους τῆς ἀποστάσεως ἐς Ῥώμην ἔπεμψεν, οἳ μαστιγωθέντες ἐν ἀγορᾷ μέσῃ τὰς κεφαλὰς ἀπεκόπησαν καὶ ἐξερρίφησαν ἄταφοι. Δέκιος δὲ φυλασσόμενος ἀμελῶς, οἷα πηρός, ἑαυτὸν διεχρήσατο."
为了城市的安全和防卫、以免遭受敌人侵害而驻守在雷吉乌姆的所有罗马士兵,连同他们的指挥官德基乌斯,嫉妒雷吉乌姆人的财富,乘着他们在节日里饮宴的机会,将他们屠杀,并强占了他们不情愿的妻子。他们为自己的不法行为寻找借口,声称雷吉乌姆人企图将守军出卖给皮洛士。于是德基乌斯不再是守军长官,而是成了僭主,并与定居在西西里海峡旁的马麦丁人结盟,而后者在不久前也对收留自己的主人做出了同样的事情。 当他患了眼疾且不信任雷吉乌姆的医生时,一个从美塞纳召唤来的雷吉乌姆男子为他治病,此人很久以前就移居到美塞纳,因此无人知晓他是雷吉乌姆人。此人说服他忍受热辣的药物以求速愈,并在给他涂抹了具有腐蚀性和破坏性的药物后,叮嘱他要忍受痛苦直到自己回来,然后便偷偷乘船逃往美塞纳。他忍受了许久的痛苦后将药洗掉,却发现自己的双眼已经毁了。 罗马人派来整治此事的法布里基乌斯将城市归还给幸存的雷吉乌姆人,并将守军中叛乱的首脑人物送往罗马,这些人被在广场中央鞭笞后斩首,并被抛尸荒野、不得掩埋。而德基乌斯因是瞎子而被看守疏忽,自杀身亡。
- VIIIἐσοικιζομένους
动词 ἐβαρύνοντο(厌恶/感到沉重)以对格的 τοὺς βασιλικοὺς(国王的士兵)为直接宾语,现在分词 ἐσοικιζομένους(强行寄宿)及后文的 ἐνυβρίζοντας(侮辱)作为补足分词,用以描述其行为。
- IX.1Ῥωμαίων
作为限定关系代词/形容词 ὅσοι(所有……的人)的部分属格,构成了整个从句的主语 ὅσοι ... Ῥωμαίων(罗马人中所有……的人)。
- IX.2ἀλγήσαντα
与主动词 ἐθεράπευε 的直接宾语 αὐτόν(对格)相一致的时间或原因状语分词。τοῖς ὀφθαλμοῖς 是表示关联的与格(在眼睛方面)。
- IX.2ὅτι Ῥηγῖνος ἦν ἀγνοούμενος
从属连词 ὅτι 引导名词性宾语从句(即“他是雷吉乌姆人”这一事实),作 ἀγνοούμενος 的补足语。ἀγνοούμενος 是被动现在分词作形容词性主语补足语,表示“因为他作为雷吉乌姆人的身份未被发觉”。
- IX.3τῶν φρουρῶν
限定其后名词短语 τοὺς αἰτίους(负责人)的部分属格,意为“守军中那些对叛乱负有责任的人”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
