← 阿庇安

萨姆奈特人史

§V-VII

报复塞诺内斯人与塔兰托求援皮洛士

在§V-§VII中,文中记述了丹塔图斯的人望与声势、科尔内利乌斯对杀害罗马使节的塞诺内斯人进行的毁灭性报复,以及因罗马使节受辱而引发的与塔兰托的冲突,最终导致塔兰托人邀请皮洛士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§V

"Δεντάτῳ κατὰ ζῆλον ἀρετῆς εἵπετο νέων λογάδων πλῆθος ὀκτακοσίων, ἐπὶ πάντα τὰ ἔργα ἕτοιμοι. καὶ βαρὺς ἦν τῇ βουλῇ παρὰ τὰς ἐκκλησίας.1"

出于对武德的热望,一支由八百名精选青年组成的队伍追随着丹塔图斯,他们随时准备执行一切任务。而在公民大会期间,他对元老院来说是一个沉重的负担。

§VI

" ὅτι Κελτῶν Σενόνων πολὺ πλῆθος Τυρρηνοῖς συνεμάχουν κατὰ Ῥωμαίων. Ῥωμαῖοι δὲ ἐς τὰς Σενόνων πόλεις ἐπρέσβευον, καὶ ἐνεκάλουν ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούσδε τοὺς πρέσβεις Βριτόμαρις μετὰ τῶν κηρυκείων καὶ τῆς ἱερᾶς στολῆς κατέτεμεν ἐς πολλὰ καὶ διέρριψεν, ἐγκαλῶν ὅτι2 αὐτοῦ ὁ πατὴρ ἐν Τυρρηνίᾳ πολεμῶν ἀνῄρητο ὑπὸ Ῥωμαίων. Κορνήλιος δὲ ὁ ὕπατος τοῦ μύσους ἐν ὁδῷ πυθόμενος τὰ μὲν Τυρρηνῶν εἴασεν, ἐς δὲ τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν πάντα καθῄρει καὶ ἐνεπίμπρη, καὶ τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἡβῶντας πάντας ἔκτεινε, πλὴν Βριτομάριος, ὃν δεινῶς αἰκισάμενος ἦγεν ἐς τὸν θρίαμβον. οἱ δὲ Σενόνων, ὅσοι ἦσαν ἐν Τυρρηνίᾳ, πυθόμενοι ἀνῃρῆσθαι, Τυρρηνοὺς ἦγον ἐπὶ Ῥώμης. καὶ πολλῶν μεταξὺ γενομένων οἱ Σένονες, οὔτε πατρίδας ἔχοντες ἐς ἃς διαφύγωσιν, ὀργιζόμενοί τε τῶν γεγονότων, ἐνέπιπτον τῷ Δομιτίῳ καὶ διεφθάρησαν πολλοί. τὸ δὲ λοιπὸν σφᾶς αὐτοὺς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἥδε παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν."

塞诺内斯凯尔特人的大军与伊特鲁里亚人结盟对抗罗马人。罗马人向塞诺内斯人的城市派遣使节,抗议他们虽有盟约在身,却作为雇工对抗罗马人。布里托马里斯将这些使节连同他们的传令使之杖和神圣礼服一起砍成碎片并扔掉,声称他的父亲是在伊特鲁里亚作战时被罗马人所杀。执政官科尔内利乌斯在途中得知了这一不敬的罪行,便搁置了伊特鲁里亚人的事务,以极快的速度穿过萨宾人和皮肯丁人的土地侵入塞诺内斯人的城市,将一切摧毁并付之一炬;他将妇女和儿童贬为奴隶,杀死了所有成年男子,唯独留下了布里托马里斯,在对他施以严刑拷打后,将他押解参加凯旋式。 那些在伊特鲁里亚的塞诺内斯人得知家园被毁后,便带领伊特鲁里亚人向罗马进军。在期间发生的多次战斗中,塞诺内斯人因没有家园可以逃往,且对所发生的一切感到愤怒,便猛攻多米提乌斯,结果许多人被消灭。剩下的人陷入疯狂而自尽。这就是塞诺内斯人因对使节施加不法行为而遭受的报应。

§VII

" ὅτι Κορνήλιος ἐπὶ καταφράκτων δέκα νεῶν ἐθεᾶτο τὴν μεγάλην Ἑλλάδα, καί τις ἐν Τάραντι δημαγωγὸς Φιλόχαρις, αἰσχρῶς τε βεβιωκὼς καὶ παρὰ τοῦτο3 καλούμενος Θαΐς, παλαιῶν τοὺς Ταραντίνους ἀνεμίμνησκε συνθηκῶν, μὴ πλεῖν Ῥωμαίους πρόσω Λακινίας ἄκρας, παροξύνας τε ἔπεισεν ἐπαναχθῆναι τῷ Κορνηλίῳ. καὶ τέσσαρας μὲν αὐτοῦ ναῦς κατέδυσαν οἱ Ταραντῖνοι, μίαν δὲ ἔλαβον αὐτοῖς ἀνδράσιν. ἔς τε Θουρίους ἐγκλήματα ποιούμενοι ὅτι Ἕλληνες ὄντες ἐπὶ Ῥωμαίους κατέφυγον ἀντὶ σφῶν, καὶ παρελθεῖν αὐτοὺς ἐπέκεινα αἴτιοι μάλιστα ἐγεγένηντο, τοὺς μὲν ἐπιφανεῖς αὐτῶν ἐξέβαλον, τὴν δὲ πόλιν διήρπασαν, καὶ τοὺς Ῥωμαίων φρουροὺς ὑποσπόνδους ἀφῆκαν. Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Τάραντα πέμπουσι, τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δʼ οὓς ἐξέβαλον, εἰς τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, ἢ τὴν ζημίαν τῶν ἀπολομένων, ἀποτῖσαι, σφίσι δʼ ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέλουσιν εἶναι φίλοι. οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον, καὶ ἐπελθόντας ἐχλεύαζον εἴ τι μὴ καλῶς ἑλληνίσειαν· ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ ἐπιπόρφυρον. Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλοσκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε, καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ, καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν.4 καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον, ἐκπλυνεῖτε, ἔφη, τοῦτο αἵματι πολλῷ, τοιούτοις ἀρεσκόμενοι γέλωσιν. καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις. ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, εἰς δὲ τὴν Ταραντίνων εἰσβάλλειν, καὶ αὐτοὺς ἐφʼ οἷς ἠξίουν οἱ πρέσβεις ἐς διαλλαγὰς προκαλέσασθαι, ἂν δʼ ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος. ὁ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἱ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλʼ ἐγίγνοντο ταῖς γνώμαις ἀγχώμαλοι, μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη, τὸ μὲν ἐκδοῦναί τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους ἐπισφαλές. εἰ δὲ καὶ τῆς ἐλευθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολεμήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν, καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου. ὃ καὶ γέγονεν."

科尔内利乌斯率领十艘装甲战船视察大希腊,塔兰托的一位煽动家菲洛查里斯(因生活放荡而被戏称为“泰斯”)提醒塔兰托人注意古老的条约,即罗马人不得航行越过拉基尼亚角,并挑唆、说服他们去袭击科尔内利乌斯。塔兰托人击沉了他的四艘战船,并连同船员一起俘获了一艘。他们还指责苏里人,称他们身为希腊人,不求助于自己,反而向罗马人寻求庇护,并且是造成罗马人越过该界限的主要原因,于是驱逐了苏里人的显贵,洗劫了该城,并允许罗马守军根据条约撤离。 罗马人得知此事后,派使节前往塔兰托,要求归还那些不是在交战中而是在视察时被俘的俘虏,并将被驱逐的苏里人接回城内,赔偿洗劫的财物或损失的赔偿金,并向他们交出不法行为的策划者,如果他们想成为罗马人的朋友的话。他们好不容易才让使节进入公民大会,当使节走上前时,他们便嘲笑使节希腊语说得不标准;他们还嘲弄使节的服饰及其紫边。一个名叫菲洛尼德斯的人,生性滑稽且喜好嘲讽,他走到使节团首领波斯图米乌斯面前,转过身去弯下腰,拉起自己的衣服,对使节做出了极其粗俗的侮辱举动。剧场里的群众像看笑话一样哄堂大笑,波斯图米乌斯指着被弄脏的衣服说:“你们这些以此类笑声为乐的人,将要用大量的鲜血来洗净这件衣服。”由于塔兰托人没有做出任何答复,使节们便离开了。波斯图米乌斯没有洗去衣服上的侮辱痕迹,而是展示给罗马人看,民众极其愤慨,命令正在与萨姆奈特人交战的埃米利乌斯暂时搁置萨姆奈特人的事务,侵入塔兰托人的领土,并按照使节所要求的条件向他们提出和解,如果他们不服从,就全力开战。于是他向塔兰托人提出了这些条件,塔兰托人看到军队后便不再发笑了,而是意见产生了分歧,直到有人对处于困惑和争论中的人们说:“交出任何人就意味着已经沦为奴隶,而独自交战又极其危险。但如果我们想要坚决维护自由并平等地交战,就让我们请伊庇鲁斯的国王皮洛士来,并宣布他为这场战争的统帅。”事情果真如此发生了。

语法注4 条
  1. Vπαρὰ τὰς ἐκκλησίας

    前置词 παρά 接宾格。表示时间的用法,“在……期间”或“在……过程中”。在此指“在公民大会期间”,意指丹塔图斯通过在大会上的活动和发言,成为元老院的沉重负担。

  2. VI.1ἐγκαλῶν ὅτι

    分词 ἐγκαλῶν(指控、声称)的主语在上下文里是杀害使节的布里托马里斯(Βριτόμαρις)。ὅτι 从句解释了他指控的内容,即以其父亲在伊特鲁里亚被罗马人所杀作为他暴力行径的借口。

  3. VII.1παρὰ τοῦτο

    前置词 παρά 接中性指示代词 τοῦτο(宾格)。表示原因,意为“因此”或“由于这个原因”。指代他生活放荡(αἰσχρῶς τε βεβιωκώς)的事实,以此解释他为何被戏称为高级妓女之名“泰斯”。

  4. VII.2τοῦ πρεσβευτοῦ κατησχημόνησεν

    动词 κατησχημονέω(行为不检、施加可耻的侮辱)支配属格。在此 τοῦ πρεσβευτοῦ 是其属格宾语,表示菲洛尼德斯对使节(波斯图米乌斯)做出了极其下流且不体面的侮辱举动。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(4 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 4 处
urn:cts:greekLit:tlg0551.tlg004.humanitext-grc2:V-VII