← 波利比奥斯

历史

§9.27.1-9.27.11

阿克拉加斯的地势建筑与西西里事态

描述了阿克拉加斯的地势、美丽、坚固的防御及宏伟的神庙,并进一步记述了西西里阿加蒂尔纳的无法无天之徒被罗马将领马尔库斯迁移至意大利的事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.27.1

καὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.1 ἡ δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλλος καὶ τὴν κατασκευήν.

关于那些感到惊愕的人,我们的讨论就到此为止。而阿克拉加斯人的城市不仅在上述方面与大多数城市不同,而且在防守的坚固性上,尤其是在其美丽和建筑构造上也有所不同。

§9.27.2

ἔκτισται μὲν γὰρ ἀπὸ θαλάττης ἐν ὀκτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοίρους εἶναι τῶν ἐκ ταύτης χρησίμων·

因为它建在距离大海十八斯塔德的地方,因此并非不能分享来自海洋的任何便利。

§9.27.3

ὁ δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται.

它的外周在自然条件和人工建造上都得到了异乎寻常的保障。

§9.27.4

κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, ᾗ μὲν αὐτοφυοῦς, ᾗ δὲ χειροποιήτου, περιέχεται δὲ ποταμοῖς·

因为城墙坐落在陡峭且破碎的岩石上,部分是天然的,部分是人工建造的,并且被河流包围。

§9.27.5

ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τὴν νότιον πλευρὰν ὁ συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην ὁ προσαγορευόμενος Ὕψας.

因为沿着它的南侧流淌着与该城市同名的河流,而在朝向西方和西南风的一侧,流淌着被称为希普萨斯的河流。

§9.27.6

ἡ δʼ ἄκρα τῆς πόλεως ὑπέρκειται κατʼ αὐτὰς τὰς θερινὰς ἀνατολάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως.

城市的卫城恰好高耸于夏至日出的方向,在外侧被一条无法逾越的峡谷所包围,而在内侧则只有一条从城市通往那里的通道。

§9.27.7

ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις·

在山顶上建有阿典娜神庙和阿塔比里乌斯宙斯神庙,就像在罗得斯人那里一样。

§9.27.8

τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης,2 εἰκότως ὁ θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις.

因为阿克拉加斯是由罗得斯人殖民的,所以这位神明自然与罗得斯人那里的神明拥有相同的称号。

§9.27.9

κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς ἡ πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδʼ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι.

该城市在其他方面也因其神庙和柱廊而显得宏伟壮丽。事实上,奥林匹亚宙斯神庙虽然未能最终完工,但就其规划和规模而言,似乎不亚于希腊的任何神庙。

§9.27.10

Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ.

波利比乌斯说,河流和城市因土地肥沃而被称为阿克拉盖斯。阿加蒂尔纳,西西里岛的一座城市,如波利比乌斯在第九卷中所说。

§9.27.11

ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφʼ ᾧ3 λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας4 ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.

马尔库斯在给予安全保证后,说服他们撤退到意大利,条件是他们从雷吉乌姆人那里领取口粮并洗劫布雷蒂亚地区,并拥有从敌国获得的任何战利品。

语法注4 条
  1. 9.27.1καὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.

    θαυμαζόντων 是一个独立属格分词(现在主动),其逻辑主语在直前上下文中是隐指的,即那些因无知而感到惊愕的人。ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω 是一个带有人称与格的非人称完成被动命令式结构,字面意思是“让我们对此说这么多就可以了”。

  2. 9.27.8τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης

    虽然城市名 Ἀκράγας(属格为 Ἀκράγαντος)通常为阳性,但修饰它的分词 ἀπῳκισμένης 却使用了阴性。这种结构反映了与未明言的阴性名词 πόλις(城市)或 χώρα(土地)在意义上的顺应一致。

  3. 9.27.11ἐφʼ ᾧ

    介词短语 ἐφ' ᾧ 后接不定式(此处为 πορθεῖν)引入了一个条件从句,表示“在……的条件下”或“以此为约定”。

  4. 9.27.11κυρίους ὄντας

    宾格分词 ὄντας 与不定式 πορθεῖν 的逻辑主语(阿加蒂尔纳人)相一致,后者同时是主句动词 ἔπεισεν 的直接宾语。κύριος 接属格,表示“拥有对……的支配权”或“成为……的主人”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.27.1-9.27.11