- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.26a.1-9.26a.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
作者解释了人们仅凭外周长度来判断城市面积和人口的误区,并通过几何学原理(以梅加洛波利斯和斯巴达为例)以及斜坡上房屋投影面积的机制进行了阐明。
οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἐξ αὐτῆς τῆς περιμέτρου τεκμαίρονται τὰ μεγέθη τῶν προειρημένων.
然而,大多数人仅凭外周本身来推测上述事物的大小。
λοιπὸν ὅταν εἴπῃ τις τὴν μὲν τῶν Μεγαλοπολιτῶν πόλιν πεντήκοντα σταδίων ἔχειν τὸν περίβολον, τὴν δὲ τῶν Λακεδαιμονίων ὀκτὼ καὶ τετταράκοντα, τῷ δὲ μεγέθει διπλῆν εἶναι τὴν Λακεδαίμονα τῆς Μεγάλης πόλεως,1 ἄπιστον αὐτοῖς εἶναι δοκεῖ τὸ λεγόμενον.
因此,当有人说梅加洛波利斯人的城市外周为五十斯塔德,而拉刻代蒙人的城市外周为四十八斯塔德,但拉刻代蒙在面积上是梅加洛波利斯的两倍时,这话对他们来说似乎难以置信。
ἂν δὲ καὶ συναυξῆσαί τις βουλόμενος τὴν ἀπορίαν εἴπῃ διότι δυνατόν ἐστι τετταράκοντα σταδίων πόλιν ἢ στρατοπεδείαν ἔχουσαν τὴν περιγραφὴν διπλασίαν γίνεσθαι τῆς ἑκατὸν σταδίων ἐχούσης τὴν περίμετρον, τελέως ἐκπληκτικὸν αὐτοῖς φαίνεται τὸ λεγόμενον.
如果有人为了进一步加深他们的困惑而说,一个周长四十斯塔德的城市或营地,其面积可能是一个周长一百斯塔德的城市或营地的两倍,这话在他们看来就完全令人震惊了。
τοῦτο δʼ ἐστὶν αἴτιον ὅτι τῶν ἐν τοῖς παιδικοῖς μαθήμασι παραδιδομένων ἡμῖν διὰ τῆς γεωμετρίας οὐ μνημονεύομεν.
其原因在于,我们没有记住在童年功课中通过几何学传授给我们的知识。
περὶ μὲν οὖν τούτων προήχθην εἰπεῖν διὰ τὸ μὴ μόνον τοὺς πολλοὺς ἀλλὰ καὶ τῶν πολιτευομένων καὶ τῶν ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων τινὰς ἐκπλήττεσθαι,2 θαυμάζοντας ποτὲ μὲν εἰ δυνατόν ἐστι μείζω τὴν τῶν Λακεδαιμονίων πόλιν εἶναι, καὶ πολλῷ μείζω, τῆς τῶν Μεγαλοπολιτῶν, τὸν περίβολον ἔχουσαν ἐλάττω, ποτὲ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν τεκμαίρεσθαι, στοχαζομένους ἐξ αὐτῆς τῆς περιμέτρου τῶν στρατοπεδειῶν.
我之所以被引导谈及这些事情,是因为不仅普通大众,甚至连一些参与政治和担任指挥职务的人也会感到震惊,他们时而诧异于拉刻代蒙人的城市在周长较小的情况下,其面积如何可能比梅加洛波利斯的城市更大,甚至大得多,时而又仅凭营地的外周来推测并估算人数。
παραπλήσιον δέ τι καὶ ἕτερον ἀδίκημα συμβαίνει περὶ τὰς τῶν πόλεων ἐπιφάσεις. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὰς περικεκλασμένας καὶ βουνώδεις πλείους οἰκίας ὑπολαμβάνουσι κατέχεσθαι τῶν ἐπιπέδων.3
关于城市的表面,也发生着一个类似的误区。因为大多数人认为,起伏不平且多山的地带比平坦的地带能容纳更多的房屋。
τὸ δʼ οὐκ ἔστι τοιοῦτον διὰ τὸ τὰ τειχία τῶν οἰκοδομιῶν μὴ τοῖς ἐγκλίμασι τῶν ἐδάφων ἀλλὰ τοῖς ὑποκειμένοις ἐπιπέδοις οἰκοδομεῖσθαι πρὸς ὀρθάς, ἐφʼ ὧν καὶ τοὺς λόφους αὐτοὺς βεβηκέναι συμβαίνει.
但事实并非如此,因为建筑物的墙壁不是垂直于地面的倾斜面建造的,而是垂直于其下方的水平面建造的,而山丘本身也恰好坐落在这个水平面上。
γνοίη δʼ ἄν τις ἐκ τοῦ φαινομένου παιδικῶς ὅμως τὸ λεγόμενον.
然而,人们可以从一个直观的、甚至像儿童游戏般简单的例子来理解所说的话。
εἰ γὰρ νοήσαι τις εἰς ὕψος ἀνατεταμένας τὰς ἐν τοῖς κλίμασιν οἰκίας οὕτως ὥστε πάσας ἰσοϋψεῖς ὑπάρχειν, φανερὸν ὡς ἑνὸς ἐπιπέδου γενομένου τοῦ κατὰ τὰ τέγη τῶν οἰκιῶν,4 ἴσον καὶ παράλληλον ἔσται τοῦτο τῷ τοῖς λόφοις ὑποκειμένῳ καὶ τοῖς τῶν τειχῶν θεμελίοις ἐπιπέδῳ.
因为,如果有人设想将斜坡上的房屋在高度上向上延伸,使它们全都等高,那么显然,当房屋屋顶所在的平面合而为一时,这个平面将与山丘下方以及墙壁地基所在的水平面相等且平行。
περὶ μὲν οὖν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι βουλομένων, ἀγνοούντων δὲ τὰ τοιαῦτα5
因此,关于那些希望进行领导和参与政治,却对此类事情一无所知的人……
- 9.26a.2τῷ δὲ μεγέθει διπλῆν εἶναι τὴν Λακεδαίμονα τῆς Μεγάλης πόλεως
“τῷ μεγέθει”(在面积/大小上)是表示方面的与格,“τῆς Μεγάλης πόλεως”(比梅加洛波利斯)是修饰形容词“διπλῆν”(两倍的)的比较属格。
- 9.26a.5διὰ τὸ μὴ μόνον τοὺς πολλοὺς ἀλλὰ καὶ τῶν πολιτευομένων καὶ τῶν ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων τινὰς ἐκπλήττεσθαι
这是由前置词“διά”支配的带冠词不定式句(“τό ... ἐκπλήττεσθαι”),其逻辑主语是宾格的“τοὺς πολλούς”(大众)和“τινάς”(某些人)。后者的“τινάς”受到属格“τῶν πολιτευομένων”和“τῶν ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων”作为部分属格的修饰。
- 9.26a.7τὰς περικεκλασμένας καὶ βουνώδεις πλείους οἰκίας ὑπολαμβάνουσι κατέχεσθαι τῶν ἐπιπέδων
不定式“κατέχεσθαι”作中动语态(意为“包容、容纳”),其逻辑主语是宾格词“τὰς περικεκλασμένας καὶ βουνώδεις”(即省略的“城市”或“土地”),宾格“πλείους οἰκίας”(更多的房屋)是“κατέχεσθαι”的宾语。“τῶν ἐπιπέδων”(比平坦的地方)是取决于比较级“πλείους”的比较属格。
- 9.26a.10γενομένου τοῦ κατὰ τὰ τέγη τῶν οἰκιῶν
独立属格结构。省略了名词“τοῦ [ἐπιπέδου]”(平面)的名词化短语作其逻辑主语,分词“γενομένου”与之性数格一致。意为“当房屋屋顶所在的平面合而为一时”。
- 9.26a.11περὶ μὲν οὖν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι βουλομένων, ἀγνοούντων δὲ τὰ τοιαῦτα
这是一个缺少归结句(主句)的破格句(anacoluthon)。这是一个关于立志从事政治或军事但缺乏几何学知识者的弊端的导入句,句子在此中断未完,或在抄本传承中存在残损。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-10-09)
- 2026-10-09 与底本核对 — 原文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
