← 波利比奥斯

历史

§8.14.1-8.14.11

菲利普攻克阿克罗利苏斯与利苏斯

菲利普成功使用诱敌之计将阿克罗利苏斯的守军引诱至平地,并利用伏兵将其击败,进而一举攻克阿克罗利苏斯和利苏斯,使周围的大部分伊利里亚人归顺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.14.1

τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν.1 διόπερ ἅμα τῷ συνεγγίζειν τοὺς Μακεδόνας εὐθέως ἐκ τῆς πόλεως ἐξεχέοντο, θαρροῦντες ἐπί τε τῷ πλήθει καὶ ταῖς τῶν τόπων ὀχυρότησι.

他们仅对其分配了极少量的守备。因此,马其顿人一逼近,他们便立刻从城中涌出,对人数的优势和地势的险固充满信心。

§8.14.2

τοὺς μὲν οὖν πελταστὰς ὁ βασιλεὺς ἐν τοῖς ἐπιπέδοις ἐπέστησε, τοῖς δὲ κούφοις παρήγγειλε προβαίνειν πρὸς τοὺς λόφους καὶ συμπλέκεσθαι πρὸς τοὺς πολεμίους ἐρρωμένως. ποιούντων δὲ τὸ παραγγελθέν, ἐπὶ ποσὸν μὲν ὁ κίνδυνος πάρισος ἦν μετὰ δὲ ταῦτα καὶ ταῖς δυσχωρίαις εἴξαντες οἱ παρὰ τοῦ Φιλίππου καὶ τῷ πλήθει τῶν πολεμίων ἐτράπησαν.

于是,国王将轻盾兵部署在平地上,命令轻装兵向山丘前进,与敌人展开猛烈交锋。他们遵命行动后,在一段时间内战斗不相上下;但此后,菲利普的部下因屈服于地势的险恶和敌人的数量而败退。

§8.14.4

καταφυγόντων δὲ τούτων εἰς τοὺς πελταστὰς οἱ μὲν ἐκ τῆς πόλεως καταφρονήσαντες προῄεσαν καὶ συγκαταβάντες ἐν τοῖς ἐπιπέδοις προσεμάχοντο τοῖς πελτασταῖς·

当这些人逃往轻盾兵处时,城里出来的人便心生轻蔑,继续推进,并下到平地上与轻盾兵交战。

§8.14.5

οἱ δὲ τὸν Ἀκρόλισσον φυλάττοντες, θεωροῦντες τὸν Φίλιππον ἐκ διαδοχῆς ταῖς σπείραις ἐπὶ πόδα ποιούμενον τὴν ἀναχώρησιν, καὶ δόξαντες τοῖς ὅλοις αὐτὸν εἴκειν, ἔλαθον ἐκκληθέντες2 διὰ τὸ πιστεύειν τῇ φύσει τοῦ τόπου, κἄπειτα κατʼ ὀλίγους ἐκλιπόντες τὸν Ἀκρόλισσον κατέρρεον ταῖς ἀνοδίαις εἰς τοὺς ὁμαλοὺς καὶ πεδινοὺς τόπους, ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης.3

此时,防守阿克罗利苏斯的人看到菲利普让各分队依次、逐步地进行撤退,以为他已全面退却,由于笃信地势的天然险固,他们不知觉间被引诱了出来,随后,他们三五成群地离开阿克罗利苏斯,沿着无路的山坡向下涌入平坦的低地,以为即将获得某种战利品并彻底击溃敌人。

§8.14.7

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ τὰς ἐνέδρας ἐκ τῆς μεσογαίας διειληφότες ἀφανῶς ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν ἔφοδον· ἅμα δὲ τούτοις ἐκ μεταβολῆς οἱ πελτασταὶ συνεπέθεντο τοῖς ὑπεναντίοις.

就在此时,在内陆设伏的人悄无声息地现身,发起了猛烈进攻;与此同时,轻盾兵也反转过来,与伏兵一同合击对手。

§8.14.8

οὗ συμβάντος διαταραχθέντες οἱ μὲν ἐκ τοῦ Λίσσου σποράδην ποιούμενοι τὴν ἀναχώρησιν διεσῴζοντο πρὸς τὴν πόλιν, οἱ δὲ τὸν Ἀκρόλισσον ἐκλιπόντες ἀπετμήθησαν ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας ἐξαναστάντων.

此事发生后,敌人陷入混乱;来自利苏斯的人散乱地撤退,逃回城中得以幸存,而离开阿克罗利苏斯的人则被从埋伏中现身的人切断了退路。

§8.14.9

διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα ληφθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πόδας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων,4 ποιησαμένων τῶν Μακεδόνων ἐνεργοὺς καὶ καταπληκτικὰς προσβολάς. Φίλιππος μὲν οὖν, παραδόξως ἐγκρατὴς γενόμενος τῶν προειρημένων τόπων, ἅπαντας τοὺς πέριξ ὑποχειρίους ἐποιήσατο διὰ ταύτης τῆς πράξεως, ὥστε τοὺς πλείστους τῶν Ἰλλυριῶν ἐθελοντὴν ἐπιτρέπειν αὐτῷ τὰς πόλεις·

因此,意想不到的事情发生了:阿克罗利苏斯在毫无危险的情况下立时被夺取,而利苏斯则在次日经过一场大战——因马其顿人发起了猛烈且令人震惊的强攻——而被攻克。菲利普由此出人意料地占领了前述地方,并通过这一行动将周围的所有人都降服在自己麾下,以至于大多数伊利里亚人自愿将自己的城市托付给他。

§8.14.11

οὐδεμία γὰρ ὀχυρότης ἔτι πρὸς τὴν Φιλίππου βίαν οὐδʼ ἀσφάλεια τοῖς ἀντιταττομένοις προυφαίνετο, κεκρατημένων μετὰ βίας τῶν προειρημένων ὀχυρωμάτων.

因为在前述要塞被武力攻占之后,对于那些反抗他的人来说,再也没有任何险阻可以抵挡菲利普的武力,也看不见任何安全可言了。

语法注4 条
  1. 8.14.1τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν

    前章(§8.13.9)末尾的形容词 μετρίαν(少量的、有限的)与本章开头的 τινὰ ... φυλακήν 在语法上相连,构成一个完整的主体名词短语,意为“完全只有极少量的守备”。需要注意该短语因章节划分而被分隔开。

  2. 8.14.5ἔλαθον ἐκκληθέντες

    动词 λανθάνω 与被动分词 ἐκκληθέντες(源自 ἐκκαλέω)结合,构成惯用表达,意为“他们在不知不觉中被诱引出来”,用以表示主语在无意识的状态下做出了该动作。

  3. 8.14.6ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης

    连词 ὡς 引导属格独立结构(未来时态的 τινὸς ὠφελείας καὶ τροπῆς ... ἐσομένης),用以表达主句主语(阿克罗利苏斯守军)的主观动机或预期(“以为敌人的溃败和某种利益已经近在眼前”)。

  4. 8.14.9διὸ καὶ συνέβη τὸ μὲν ἀνέλπιστον, τὸν Ἀκρόλισσον παραχρῆμα ληφθῆναι χωρὶς κινδύνων, τὸν δὲ Λίσσον τῇ κατὰ πόδας ἡμέρᾳ μετὰ μεγάλων ἀγώνων

    无人称动词 συνέβη 的主语是 τὸ μὲν ἀνέλπιστον(意料之外的事),其具体内容由对格不定式结构 τὸν Ἀκρόλισσον ... ληφθῆναι 来解释。在后半句的平行结构 τὸν δὲ Λίσσον... 中,亦省略了同一个不定式 ληφθῆναι,在理解时需予以补出,以形成对称关系(“而利苏斯则在次日经过一场大战[被攻克]”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.14.1-8.14.11