- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.21.1-6.21.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在完成征集登记后,由一名代表进行庄严宣誓,其他士兵依此效仿。执政官从意大利同盟城市征集盟军,而罗马的千人队长根据年龄、财产和身体状况将每个军团的士兵划分为四个兵种(轻装步兵、哈斯塔提、普林西佩斯和特里亚里)。
Ἐπιτελεσθείσης δὲ τῆς καταγραφῆς τὸν προειρημένον τρόπον, ἁθροίσαντες τοὺς ἐπειλεγμένους οἱ προσήκοντες τῶν χιλιάρχων καθʼ ἕκαστον στρατόπεδον, καὶ λαβόντες ἐκ πάντων ἕνα τὸν ἐπιτηδειότατον, ἐξορκίζουσιν ἦ μὴν πειθαρχήσειν1 καὶ ποιήσειν τὸ προσταττόμενον ὑπὸ τῶν ἀρχόντων κατὰ δύναμιν.
当按上述方式完成征兵登记后,各军团中负责的军事护民官召集被选出的人,并从所有人中挑选出最合适的一人,让他庄严宣誓,他必将服从并尽其所能执行指挥官所命令的一切。
οἱ δὲ λοιποὶ πάντες ὀμνύουσι καθʼ ἕνα προπορευόμενοι, τοῦτʼ αὐτὸ δηλοῦντες ὅτι ποιήσουσι πάντα καθάπερ ὁ πρῶτος.
其余所有人则逐一走上前去宣誓,以此举表明他们将完全照第一个人那样去做。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὰς ὑπάτους ἀρχὰς ἔχοντες παραγγέλλουσι τοῖς ἄρχουσι τοῖς ἀπὸ τῶν συμμαχίδων πόλεων τῶν ἐκ τῆς Ἰταλίας, ἐξ ὧν ἂν βούλωνται συστρατεύειν τοὺς συμμάχους,2 διασαφοῦντες τὸ πλῆθος καὶ τὴν ἡμέραν καὶ τὸν τόπον, εἰς ὃν δεήσει παρεῖναι τοὺς κεκριμένους.
与此同时,担任执政官职权的人向意大利同盟城市的官员发出命令,指出他们希望从中招募盟军的城市,并明确说明被选拔者必须报到的数量、日期和地点。
αἱ δὲ πόλεις παραπλησίαν ποιησάμεναι τῇ προειρημένῃ τὴν ἐκλογὴν καὶ τὸν ὅρκον ἐκπέμπουσιν, ἄρχοντα συστήσασαι καὶ μισθοδότην.
这些城市在进行与上述非常相似的挑选和宣誓之后,便发出他们,并委任了一名指挥官和一名发饷官。
οἱ δʼ ἐν τῇ Ῥώμῃ χιλίαρχοι μετὰ τὸν ἐξορκισμὸν παραγγείλαντες ἡμέραν ἑκάστῳ στρατοπέδῳ καὶ τόπον, εἰς ὃν δεήσει παρεῖναι χωρὶς τῶν ὅπλων, τότε μὲν ἀφῆκαν.
罗马的军事护民官们在举行宣誓仪式后,通知每个军团必须不带武器报到的日期和地点,然后暂时解散了他们。
παραγενομένων δʼ εἰς τὴν ταχθεῖσαν ἡμέραν διαλέγουσι τῶν ἀνδρῶν τοὺς μὲν νεωτάτους καὶ πενιχροτάτους εἰς τοὺς γροσφομάχους, τοὺς δʼ ἑξῆς τούτοις εἰς τοὺς ἁστάτους καλουμένους, τοὺς δʼ ἀκμαιοτάτους ταῖς ἡλικίαις εἰς τοὺς πρίγκιπας, τοὺς δὲ πρεσβυτάτους εἰς τοὺς τριαρίους.
当他们于规定的日期到达时,他们从男子中挑选出最年轻、最贫穷的人担任轻装步兵,将次于他们的人归入被称为哈斯塔提(青年兵)的兵类,将年纪最富活力的人归入普林西佩斯(壮年兵),将最年长的人归入特里亚里(老兵)。
αὗται γάρ εἰσι καὶ τοσαῦται διαφοραὶ παρὰ Ῥωμαίοις καὶ τῶν ὀνομασιῶν καὶ τῶν ἡλικιῶν, ἔτι δὲ τῶν καθοπλισμῶν ἐν ἑκάστῳ στρατοπέδῳ.
因为这正是罗马人在每个军团中,在名称、年龄以及装备上的区别和数量。
διαιροῦσι δʼ αὐτοὺς τὸν τρόπον τοῦτον ὥστʼ εἶναι τοὺς μὲν πρεσβυτάτους καὶ τριαρίους προσαγορευομένους ἑξακοσίους, τοὺς δὲ πρίγκιπας χιλίους καὶ διακοσίους, ἴσους δὲ τούτοις τοὺς ἁστάτους, τοὺς δὲ λοιποὺς καὶ νεωτάτους γροσφοφόρους.
他们按以下方式对他们进行划分,使得最年长且被称为特里亚里的人为六百人,普林西佩斯为一千二百人,哈斯塔提与此人数相同,其余最年轻的人则为轻装步兵。
ἐὰν δὲ πλείους τῶν τετρακισχιλίων ὦσι, κατὰ λόγον ποιοῦνται τὴν διαίρεσιν πλὴν τῶν τριαρίων. τούτους αἰεὶ τοὺς ἴσους.3
如果总人数超过四千人,除了特里亚里之外,他们按比例进行划分。这些人则始终保持相同的人数。
- 6.21.2ἦ μὴν πειθαρχήσειν
语气词 ἦ μὴν 是引入庄严宣誓或强烈保证的公式化表达(意为“必定”、“确实”),引导不定式 πειθαρχήσειν 作为动词 ἐξορκίζουσιν 的宾语。
- 6.21.4ἐξ ὧν ἂν βούλωνται συστρατεύειν τοὺς συμμάχους
关系从句中采用 ἄν 与虚拟语气 βούλωνται,构成泛指或条件性的关系从句(意为“从他们可能希望的任何[城市]”)。宾格的 τοὺς συμμάχους 用作不定式 συστρατεύειν 的主语。
- 6.21.10τούτους αἰεὶ τοὺς ἴσους
这是一个高度省略的结构,仅由主语和补足语构成,省略了上文中的不定式 εἶναι(为)或动词 ποιοῦσιν(使……为)。此处 τούτους 用作主语,τοὺς ἴσους 用作表语宾格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 2 处
