- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.99.1-5.99.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
包围失败后的腓力在埃尼培乌斯河附近集结物资,并对作为埃托利亚人袭击据点的要地弗提奥提斯的底比斯展开围攻。
ὁ δὲ Φίλιππος διαψευσθεὶς τῆς πράξεως,1 καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἐνιπέα ποταμόν, συνῆγε τὰς παρασκευὰς ἔκ τε τῆς Λαρίσης καὶ τῶν ἄλλων πόλεων, ἃς ἐπεποίητο κατὰ χειμῶνα πρὸς τὴν πολιορκίαν·
腓力在计划落空后,在埃尼培乌斯河附近安营扎寨,并开始从拉里萨和其他城市收集他在冬季为包围战所准备的物资。
ἡ γὰρ ὅλη πρόθεσις ἦν αὐτῷ τῆς στρατείας ἐξελεῖν τὰς Φθιώτιδας καλουμένας Θήβας.
因为他整个远征的目的,就是为了攻占那座被称为弗提奥提斯的底比斯的城市。
ἡ δὲ πόλις αὕτη κεῖται μὲν οὐ μακρὰν ἀπὸ τῆς θαλάττης, ἀπέχουσα Λαρίσης ὡς τριακοσίους σταδίους, ἐπίκειται δʼ εὐκαίρως τῇ τε Μαγνησίᾳ καὶ τῇ Θετταλίᾳ, καὶ μάλιστα τῆς μὲν Μαγνησίας2 τῇ τῶν Δημητριέων χώρᾳ, τῆς δὲ Θετταλίας τῇ τῶν Φαρσαλίων καὶ Φεραίων.
这座城市距离大海不远,离拉里萨大约三百斯塔德,地理位置十分优越,临近马格尼西亚和色萨利,尤其是马格尼西亚的德米特里亚斯人的领地,以及色萨利的法萨卢斯人和费赖人的领地。
ἐξ ἧς καὶ τότε, κατεχόντων αὐτὴν τῶν Αἰτωλῶν3 καὶ συνεχεῖς ποιουμένων τὰς ἐπιδρομάς, μεγάλα συνέβαινε βλάπτεσθαι4 τούς τε Δημητριεῖς καὶ τοὺς Φαρσαλίους, ἔτι δὲ Λαρισαίους· πολλάκις γὰρ ἐποιοῦντο τὰς καταδρομὰς ἕως ἐπὶ τὸ καλούμενον Ἀμυρικὸν πεδίον.
当时也是如此,由于埃托利亚人占领着该城并不断进行袭击,导致德米特里亚斯人、法萨卢斯人以及拉里萨人在此遭受了重大的损失;因为他们经常袭扰,远至所谓的阿米里卡平原。
διόπερ ὁ Φίλιππος οὐκ ἐν μικρῷ τιθέμενος μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τοῦ κατὰ κράτος ἐξελεῖν αὐτήν.
因此,腓力不敢轻视此事,为了用武力攻克该城而倾注了极大的热忱。
συναχθέντων δὲ καταπελτῶν μὲν ἑκατὸν πεντήκοντα, πετροβολικῶν δʼ ὀργάνων πέντε καὶ εἴκοσι, προσῆλθε ταῖς Θήβαις, καὶ διελὼν τὸ στρατόπεδον εἰς τρία μέρη διέλαβε τοὺς πέριξ τόπους τῆς πόλεως, καὶ τῷ μὲν ἑνὶ περὶ τὸ Σκόπιον ἐστρατοπέδευσε, τῷ δʼ ἄλλῳ περὶ τὸ καλούμενον Ἡλιοτρόπιον, τὸ δὲ τρίτον εἶχε κατὰ τὸ τῆς πόλεως ὑπερκείμενον ὄρος, τὰ δὲ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ διπλῷ χάρακι διαλαβὼν ὠχυρώσατο, πρὸς δὲ καὶ πύργοις ξυλίνοις ἠσφαλίσατο, κατὰ πλέθρον στήσας αὐτοὺς μετὰ φυλακῆς τῆς ἀρκούσης.
在收集了一百五十台弩炮和二十五台投石机后,他向底比斯进军,并将军队分成三部分,占领了城市周围的地区。他率领其中一部分在斯科普斯附近驻扎,另一部分在所谓的赫利奥特罗皮翁附近驻扎,第三部分则部署在俯瞰该城的山上。他用壕沟和双重栅栏将各营地之间的区域隔开并加以巩固,此外还建造了木塔来确保安全,每隔一普勒戎便设置一座,并配置了足够的守卫。
ἑξῆς δὲ τούτοις τὰς παρασκευὰς ἁθροίσας ὁμοῦ πάσας ἤρξατο προσάγειν τὰ μηχανήματα πρὸς τὴν ἄκραν.
紧接着,他把所有的准备物资聚集在一起,开始将攻城器械推向城塞。
- 5.99.1τῆς πράξεως
与具有被动含义的动词 διαψεύδομαι(“因……而落空”、“失败”)连用的夺格性属格,意为“在企图中失败”。
- 5.99.3τῆς μὲν Μαγνησίας
部分属格,修饰后文的与格短语 τῇ ... χώρᾳ(意为“马格尼西亚境内的[德米特里亚斯人的领地]”)。
- 5.99.4κατεχόντων αὐτὴν τῶν Αἰτωλῶν
属格独立结构,由现在分词 κατεχόντων 及其主语 τῶν Αἰτωλῶν 构成,表示时间或原因(“由于埃托利亚人占领了该地”),并与后面的分词 ποιουμένων 并列。
- 5.99.4μεγάλα συνέβαινε βλάπτεσθαι
无人称动词 συνέβαινε(“结果是……”)带被动不定式 βλάπτεσθαι 及其对格主语(τούς τε Δημητριεῖς...)。中性复数对格 μεγάλα 作副词使用,修饰该不定式,意为“遭受重大损害”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
