← 波利比奥斯

历史

§5.98.1-5.98.11

批评将领因疏于准备而招致失败

波里比阿强烈批评了因缺乏准备或疏于技术细节而失败的军事领导者,阐述了此类失败带来的严重损失,并预告将在后续著作中探讨正确的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.98.1

πράξεως.1 ἐν ᾧ δὴ γένει μάλιστʼ ἄν τις ἐπιτιμήσειε τοῖς ἡγουμένοις.

行动的(期望落空了)。的确,在这种过失中,人们最应指责领导者。

§5.98.2

εἴτε γάρ τινες μηδεμίαν πρόνοιαν ποιησάμενοι μηδʼ ἐκμετρησάμενοι τείχη, κρημνούς, ἕτερα τῶν τοιούτων, διʼ ὧν ἐπιβάλλονται ποιεῖσθαι τὴν εἴσοδον, αὐτόθεν ἀσκέπτως παραγίνονται πόλιν καταληψόμενοι, τίς οὐκ ἂν τοῖς τοιούτοις ἐπιτιμήσειεν;

因为,如果有人既不作任何预见,也不测量城墙、悬崖以及其他他们企图进入的类似通道,便草率盲目地前来夺取城市,谁不会指责这样的人呢?

§5.98.3

εἴτʼ ἐκμετρησάμενοι τὸ καθʼ αὑτούς, κἄπειτα τὴν κατασκευὴν τῶν κλιμάκων καὶ καθόλου τῶν τοιούτων ὀργάνων, ἃ μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν,2 εἰκῇ καὶ τοῖς τυχοῦσιν ἀνθρώποις ἐγχειρίζουσι, πῶς οὐκ ἄξιον ἐγκαλεῖν;

或者,即便他们测好了自己所需的数据,却随后把梯子以及一般此类工具(这些工具虽然制作不需要花费多少心思,但在重大关头能证明自身的成效)的制作,草率地托付给平庸的人,这怎能不值得谴责?

§5.98.4

οὐ γὰρ ἔστιν ἐπὶ τῶν τοιούτων πράξεων ἢ3 ποιῆσαί τι τῶν δεόντων ἢ μηδὲν παθεῖν δεινόν, ἀλλʼ ἅμα ταῖς ἀποτυχίαις ἕπεται βλάβη κατὰ πολλοὺς τρόπους, κατʼ αὐτὸν μὲν τὸν τοῦ πράττειν καιρὸν κίνδυνος περὶ τοὺς ἀρίστους τῶν ἀνδρῶν, ἔτι δὲ μᾶλλον κατὰ τὰς ἀπολύσεις, ὅταν ἅπαξ καταφρονηθῶσι.

因为在这类行动中,绝非不是完成了必要的目标,就是免受任何可怕的灾祸;相反,失败的同时会伴随着多方面的危害:在行动的当下,最优秀的战士会面临危险,而在撤退时,一旦他们遭到轻视,危险就更甚。

§5.98.6

πολλὰ δὲ καὶ λίαν τῶν τοιούτων ἐστὶ παραδείγματα· πλείους γὰρ ἂν εὕροι τις τῶν ἀποτυγχανόντων ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς μὲν ἀπολωλότας, τοὺς δʼ εἰς τὸν ἔσχατον παραγεγονότας κίνδυνον, τῶν ἀβλαβῶς ἀπολελυμένων.4

此类事例极其繁多;因为人们会发现,在这些企图中失败的人中,丧生或陷入极度危险的人,要比毫发无损地撤退的人多得多。

§5.98.7

πρός γε μὴν τὸ μέλλον ὁμολογουμένως ἀπιστίας καὶ μῖσος ἐξεργάζονται καθʼ αὑτῶν, ἔτι δὲ φυλακὴν παραγγέλλουσι πᾶσιν·

此外,面向未来,公认的是他们为自己招致了不信任与憎恨,而且这还向所有人发出了警戒的信号。

§5.98.8

οὐ γὰρ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τοῖς συνεῖσι τὸ γεγονὸς τρόπον τινὰ παράγγελμα δίδοται προσέχειν αὑτοῖς καὶ φυλάττεσθαι.

因为不仅是受害者,甚至连那些明了所发生之事的人,也都在某种程度上收到了警示,要多加留心并加以戒备。

§5.98.9

διόπερ οὐδέποτε ταῖς τοιαύταις ἐπινοίαις εἰκῇ χρηστέον τοὺς ἐπὶ πραγμάτων ταττομένους.

因此,凡受任掌管事务的人,绝不可轻率地采用此类计划。

§5.98.10

ὁ δὲ τρόπος τῆς ἐκμετρήσεως καὶ κατασκευῆς τῶν τοιούτων εὐχερὴς καὶ ἀδιάπτωτος, ἐὰν λαμβάνηται μεθοδικῶς.

然而,如果能系统地进行,这类器具的测量和制作方法其实是容易且绝无差错的。

§5.98.11

νῦν μὲν οὖν τὸ συνεχὲς τῆς διηγήσεως ἀποδοτέον· περὶ δὲ τοῦ τοιούτου γένους πάλιν μεταλαβόντες ἁρμόζοντα καιρὸν καὶ τόπον κατὰ τὴν πραγματείαν πειρασόμεθα συνυποδεικνύειν πῶς ἄν τις ἥκιστα περὶ τὰς τοιαύτας ἐπιβολὰς ἁμαρτάνοι.

因此,现在必须回到叙事的主线上;但关于此类问题,我们将在本书中再次获得适当时机和合适篇幅时,努力共同指明人们如何能在这类企图中将失误降到最低。

语法注4 条
  1. 5.98.1πράξεως

    此时的属格词受前一章(§5.97.6)末尾的冠词 "τῆς" 支配。这一奇特的划分反映了文本在 "διεψεύσθη τῆς πράξεως" 短语中途被章节切断的情况。

  2. 5.98.3ἃ μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν

    关系代词 "ἃ" 指代先行词 "τῶν τοιούτων ὀργάνων"。分词 "ἔχοντα" 带有让步语气(“虽然……”),而 "ἐν μεγάλῳ" 用作副词短语,意为“在大局上”或“在重大关头”。

  3. 5.98.4οὐ γὰρ ἔστιν... ἢ... ἢ...

    "οὐκ ἔστιν" 用作无人称动词,表示“并非如此”或“不能……”。相关连词 "ἢ... ἢ..." 连接了两种可选的结局(要么完成必要之事,要么免受可怕之灾),说明情况并非可以如此简单地二选一。

  4. 5.98.6πλείους... τῶν ἀβλαβῶς ἀπολελυμένων

    "τῶν ἀβλαβῶς ἀπολελυμένων" 是受比较级 "πλείους" 支配的比较属格。句子的骨架结构是“人们会发现[丧生者]与[陷入极度危险者]的人数多于(πλείους)[安全撤退者]”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.98.1-5.98.11