- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.62.1-5.62.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
安条克在贝鲁特附近击退敌军并接管了推罗和托勒迈斯及其舰队,但得知托勒密方的防御部署后,他放弃进攻佩尔西翁,转而逐一围攻各城市。
τρεψάμενος1 ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας.
击退敌军后,他在隘口驻扎下来。在那里迎候并合流了其余的军队后,他用适合眼前计划的话语鼓励了士兵,随后率领全军前进,对展现眼前的希望充满斗志、满怀期待。
ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τούτοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταράκοντα·
当狄奥多托斯、帕奈托罗斯以及与他们在一起的朋友们前来迎接他时,他亲切地接纳了他们,并接管了推罗和托勒迈斯,以及两地内的军备,其中还包括四十艘船只。
τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρήρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες. ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ·
在这些船只中,有二十艘是构造精良的装甲船,其中绝不亚于四级战船;其余的则是三级战船、双层桨战船和快速船。于是,他把这些船只交给了海军提督迪奥格内图斯。
προσπεσόντος2 δʼ αὐτῷ τὸν μὲν Πτολεμαῖον εἰς Μέμφιν ἐξεληλυθέναι, τὰς δὲ δυνάμεις ἡθροῖσθαι πάσας εἰς Πηλούσιον καὶ τάς τε διώρυχας ἀναστομοῦν καὶ τὰ πότιμα τῶν ὑδάτων ἐμφράττειν, τῆς μὲν ἐπὶ τὸ Πηλούσιον ἐπιβολῆς ἀπέστη, τὰς δὲ πόλεις ἐπιπορευόμενος ἐπειρᾶτο τὰς μὲν βίᾳ, τὰς δὲ πειθοῖ, πρὸς αὑτὸν ἐπάγεσθαι.
但当他收到消息,称托勒密已出发前往孟菲斯,所有的军队都已集结在佩尔西翁,并且他们正在打开运河闸口并堵塞饮用水源时,他放弃了进攻佩尔西翁的计划,转而顺次巡视各城市,试图通过武力或说服的方式将它们争取到自己这边。
τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο· αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον· ἃς ἠναγκάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους.
在这些城市中,那些易于动摇的城市因畏惧他的来袭而归顺;但那些依靠防备和地势险要的城市则坚守抵抗,这迫使他不得不按兵围困,白白耗费时间。
οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν3 τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆκον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδʼ ἐπιβολὴν εἶχον διὰ τὴν ἀδυναμίαν·
至于托勒密及其幕僚,尽管显然遭到了如此背叛,但由于无能,他们甚至连履行应尽职责、直接出手援助自身事业的计划都没有。
ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰς
因为他们对与战争有关的一切事务,竟轻视到了如此地步。
- 5.62.1τρεψάμενος
动词 τρέπω(使转动、击退)的中动态不定过去时分词,在此处用作及物意义,表示“(为自己)击退敌人”,其作用类似于主动态。
- 5.62.4προσπεσόντος
一个非人称的属格独立结构(或中性单数属格独立),其逻辑主语是后面跟随的带对格的不定式从句(自 τὸν μὲν Πτολεμαῖον 起的四个不定式短语)。
- 5.62.7τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν
带冠词的属格不定式短语,最自然地被解释为修饰主句中名词 ἐπιβολὴν(计划、企图)的属格,意为“直接进行援助的计划”。
