← 波利比奥斯

历史

§5.61.1-5.61.10

塞琉西亚的善后与狄奥多托斯的内应

安条克宽大处理塞琉西亚的战后事务并恢复秩序。随后他收到狄奥多托斯移交柯里叙利亚的急信,便推迟针对阿凯乌斯的计划,挥师南下,与托勒密麾下的尼古拉斯将军对峙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.61.1

λείας πρὸς τὸν Ἀντίοχον. ὁ δὲ βασιλεὺς δεξάμενος τὴν ἔντευξιν συνεχώρησε δώσειν τοῖς ἐλευθέροις τὴν ἀσφάλειαν· οὗτοι δʼ ἦσαν εἰς ἑξακισχιλίους.

安全,向安条克提出请求。国王接受了请求,同意保证自由民的安全。这些人大约有六千人。

§5.61.2

παραλαβὼν δὲ τὴν πόλιν οὐ μόνον ἐφείσατο τῶν ἐλευθέρων, ἀλλὰ καὶ τοὺς πεφευγότας τῶν Σελευκέων καταγαγὼν τήν τε πολιτείαν αὐτοῖς ἀπέδωκε καὶ τὰς οὐσίας· ἠσφαλίσατο δὲ φυλακαῖς τόν τε λιμένα καὶ τὴν ἄκραν. ἔτι δὲ περὶ ταῦτα διατρίβοντος αὐτοῦ, προσπεσόντων παρὰ Θεοδότου γραμμάτων, ἐν οἷς αὐτὸν ἐκάλει κατὰ σπουδὴν ἐγχειρίζων τὰ κατὰ Κοίλην Συρίαν, πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης1 ὑπὲρ τοῦ τί πρακτέον καὶ πῶς χρηστέον ἐστὶ τοῖς προσαγγελλομένοις.

接收城市后,他不仅宽待了自由民,还将流亡在外的塞琉西亚人召回,恢复了他们的公民权和财产。他还派驻守军,确保了港口和城堡的安全。正当他还在忙于这些事务时,收到了一封来自狄奥多托斯的信,信中他紧急邀请安条克,并表示愿意移交整个柯里叙利亚。对于应该怎么做,以及如何处理这一消息,王感到十分困惑和为难。

§5.61.4

ὁ δὲ Θεόδοτος, ὢν τὸ γένος Αἰτωλὸς καὶ μεγάλας παρεσχημένος τῇ Πτολεμαίου βασιλείᾳ χρείας, καθάπερ ἐπάνω προεῖπον, ἐπὶ δὲ τούτοις οὐχ οἷον χάριτος ἠξιωμένος, ἀλλὰ καὶ2 τῷ βίῳ κεκινδυνευκὼς καθʼ οὓς καιροὺς Ἀντίοχος ἐποιεῖτο τὴν ἐπὶ Μόλωνα στρατείαν, τότε κατεγνωκὼς τοῦ βασιλέως καὶ διηπιστηκὼς τοῖς περὶ τὴν αὐλήν, καταλαβόμενος διὰ μὲν αὑτοῦ Πτολεμαΐδα, διὰ δὲ Παναιτώλου Τύρον, ἐκάλει τὸν Ἀντίοχον μετὰ σπουδῆς.

这位狄奥多托斯是埃托利亚人,正如我前面所说,曾对托勒密王国做出了巨大贡献,但不仅没有得到应有的感激,反而安条克对莫隆进行远征期间,他的生命也曾面临险境。当时,他对国王感到失望并对朝臣失去信任,他自己占领了托勒迈斯,并通过帕奈托罗斯占领了推罗,随后火速邀请安条克前来。

§5.61.6

ὁ δὲ βασιλεὺς καὶ τὰς ἐπὶ τὸν Ἀχαιὸν ἐπιβολὰς ὑπερθέμενος καὶ τἄλλα πάντα πάρεργα ποιησάμενος ἀνέζευξε μετὰ τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ᾗ καὶ πρόσθεν.

国王甚至推迟了对阿凯乌斯的计划,将其他所有事情都视为次要,带着军队出发,沿着之前的路线进军。

§5.61.7

διελθὼν δὲ τὸν ἐπικαλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κειμένῃ λίμνῃ.

他穿过被称为马耳叙阿斯谷的地方,在杰拉附近的隘口、介于其中的湖泊旁安营扎寨。

§5.61.8

πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρόδου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν προῆγε,3 βουλόμενος λῦσαι τὴν πολιορκίαν.

当他获悉托勒密的将军尼古拉斯正围困托勒迈斯、攻打狄奥多托斯时,他留下了重装步兵,命令指挥官围攻位于湖泊和通道旁的要塞布罗基,而他自己则亲率轻装步兵前进,意图解除围困。

§5.61.9

ὁ δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασιλέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ Βηρυτόν·

然而尼古拉斯此前已得知国王驾临,他自己便撤退了,但派出了克里特人拉戈拉斯和埃托利亚人多里梅内斯麾下的人,去抢先占领贝鲁特附近的隘口。

§5.61.10

οἷς προσβαλὼν ὁ βασιλεὺς ἐξ ἐφόδου καὶ

国王抵达后立刻向他们发起进攻,并

语法注3 条
  1. 5.61.3πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης

    πλήρης 是主格阳性单数形容词,修饰语境中省略的第三人称单数主语(安条克国王)。因此,动词 ἦν 不是非人称的,而是以国王为主语,译为“国王充满了极大的困惑与为难”。

  2. 5.61.4οὐχ οἷον... ἀλλὰ καί

    惯用句型 οὐχ οἷον... ἀλλὰ καί 表示“不仅不……反而……”,带有强烈的对比语气。在此处强调了狄奥多托斯所处境遇的不公:他不仅没有得到应有的感激,生命反而面临了危险。

  3. 5.61.8τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε... αὐτὸς δὲ... προῆγε

    由 μέν 和 δέ 对比了两个并列分句。由于两个动词均为未完成过去直陈式(ἀπέλειπε 和 προῆγε),该结构紧密地表达了两个并进且对比鲜明的动作:“一方面他留下了重装步兵……另一方面他自己则前进”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.61.1-5.61.10