- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.38.1-5.38.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
索西比乌斯利用尼卡戈拉斯伪造了一封针对克里奥米尼的告发信,国王借此将克里奥米尼软禁于一所豪宅中。深感绝望的克里奥米尼决定尝试最后的决死一搏,以求光荣战死。
ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν.1 ὃν2 ὁ Σωσίβιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην διακείμενον, τὰ μὲν παραχρῆμα δούς, ἃ δʼ εἰς τὸ μέλλον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην, ἵνʼ ἐπειδὰν ὁ Νικαγόρας ἐκπλεύσῃ μετʼ ὀλίγας ἡμέρας, ὁ παῖς ἀνενέγκῃ τὴν ἐπιστολὴν πρὸς αὐτὸν ὡς ὑπὸ τοῦ Νικαγόρου πεμφθεῖσαν.
他自己对克里奥米尼的怨恨。索西比乌斯看出他对克里奥米尼怀有敌意,便当场给了他一些财物,并许诺未来再给,以此说服他写下一封针对克里奥米尼的信,并盖印留下来,以便在几天后尼卡戈拉斯起航时,由仆人将这封信送到他那里,假装是由尼卡戈拉斯送来的。
συνεργήσαντος δὲ τοῦ Νικαγόρου τὰ προειρημένα καὶ τῆς ἐπιστολῆς ἀνενεχθείσης ὑπὸ τοῦ παιδὸς πρὸς τὸν Σωσίβιον μετὰ τὸν ἔκπλουν τοῦ Νικαγόρου, παρὰ πόδας ἅμα τὸν οἰκέτην καὶ τὴν ἐπιστολὴν ἧκεν ἔχων πρὸς τὸν βασιλέα. τοῦ μὲν παιδὸς φάσκοντος Νικαγόραν ἀπολιπεῖν τὴν ἐπιστολήν, ἐντειλάμενον ἀποδοῦναι Σωσιβίῳ, τῆς δʼ ἐπιστολῆς διασαφούσης ὅτι μέλλει Κλεομένης, ἐὰν μὴ ποιῶνται τὴν ἐξαποστολὴν αὐτοῦ μετὰ τῆς ἁρμοζούσης παρασκευῆς καὶ χορηγίας, ἐπανίστασθαι τοῖς τοῦ βασιλέως πράγμασιν, εὐθέως ὁ Σωσίβιος λαβόμενος τῆς ἀφορμῆς ταύτης παρώξυνε τὸν βασιλέα καὶ τοὺς ἄλλους φίλους πρὸς τὸ μὴ μέλλειν, ἀλλὰ φυλάξασθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην.
尼卡戈拉斯如前所述予以配合,在其起航之后,仆人便将信送到了索西比乌斯手中,索西比乌斯随即带着仆人和信去见国王。仆人声称,尼卡戈拉斯留下了这封信,并嘱咐他交给索西比乌斯,而信中则写明,除非朝廷以适当的装备和资助将克里奥米尼送回,否则他打算起兵反抗国王的统治。索西比乌斯立即抓住这个借口,极力煽动国王及其他阁臣,使他们不再拖延,而是对克里奥米尼加以监视并予以软禁。
γενομένου δὲ τούτου, καί τινος ἀποδοθείσης οἰκίας αὐτῷ παμμεγέθους, ἐποιεῖτο τὴν διατριβὴν ἐν ταύτῃ παραφυλαττόμενος, τούτῳ διαφέρων τῶν ἄλλων τῶν ὑπηγμένων εἰς τὰς φυλακάς, τῷ ποιεῖσθαι3 τὴν δίαιταν ἐν μείζονι δεσμωτηρίῳ.
此事办成后,有一所极大的宅邸分配给了他,他就在其中处于监视下生活,他与其他被拘留者的唯一区别,仅仅在于他在一个更大的监狱里过着起居生活。
εἰς ἃ βλέπων ὁ Κλεομένης, καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος, παντὸς πράγματος ἔκρινε πεῖραν λαμβάνειν, οὐχ οὕτως πεπεισμένος κατακρατήσειν τῆς προθέσεως — οὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήν — τὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ αὐτὸν προγεγενημένης τόλμης, ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ προτιθέμενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλόφρονας τῶν ἀνδρῶν, μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.4
克里奥米尼看着这些境况,对未来抱有悲观的希望,决定尝试一切手段,这非因为他确信能成功实现其意图——因为对于这次行动,他没有任何合理的成功希望——而更多的是他急于求得光荣的死,不忍受任何与其过往展现出的英勇不相称的耻辱,同时,正如我所认为的,他心中存有并追求着志向高远之人常有的那种想法:“愿我决不无所作为、默默无闻地死去,而要成就伟业,流芳后世。”
- 5.38.1διαφοράν
句首的单数宾格 διαφοράν 是前一章(§5.37.12)末尾 πᾶσαν ἐξέθετο τὴν προϋπάρχουσαν(倾吐了此前积压的所有……)的直接宾语。语法结构跨越了分块边界。
- 5.38.1ὃν
关系代词 ὃν(阳性单数宾格,指代尼卡戈拉斯)既是主动词 συνέπεισε 的直接宾语,也是分词 ἐπιγνοὺς(“看出……”)的逻辑宾语,并与表示不定式 ἀπολιπεῖν 逻辑主语的分词 γράψαντα 相一致。
- 5.38.7τῷ ποιεῖσθαι
带冠词不定式 τῷ ποιεῖσθαι(与格)与前文的指示代词 τούτῳ(表示限定的与格,“在这一点上”)呈同位语关系,具体解释了他在哪一方面与其他被拘留者有所不同。
- 5.38.10πυθέσθαι
引用自荷马《伊利亚特》22.305的无定过去时不定式 πυθέσθαι(“听闻、知晓”)是史诗中的特殊用法,既可以作为独立不定式表示愿望,也可以表示结果或目的(“以便让后世之人听闻”)。
