- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.27.1-5.27.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
梅加莱亚斯从雅典逃往底比斯,腓力国王在留宿阿拉图斯家期间,借故调走轻盾兵并逮捕了莱昂提乌斯。轻盾兵们随即向国王派遣使者抗议并提出替其偿还保金,这反而进一步激怒了国王。
Ἐλατείας ἀνέστρεφε,1 κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν τὸν Λεόντιον ἐν ἐγγύῃ τῶν εἴκοσι ταλάντων.
从埃拉提亚折返。此时,梅加莱亚斯逃往雅典,留下莱昂提乌斯作为二十塔兰同的担保人。
τῶν δʼ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας.
但由于雅典的将军们不愿接纳他,他便折返回到底比斯。
ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέπλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυωνίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δʼ Ἄρατον καταλύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, τῷ δʼ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον.
国王则从基拉附近的海域启航,与近卫军一同驶入西锡安的港口。他从那里上到城里,婉言谢绝了官员们的招待,而在阿拉图斯家中留宿,并与他共度了全部时光,同时命令阿佩莱斯乘船前往科林斯。
προσπεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυλίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας κατεπειγούσης, τούτων δʼ ἀφορμησάντων, ἀπαγαγεῖν ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν.2
腓力得知了关于梅加莱亚斯的消息后,便以某项紧急事务为借口,派莱昂提乌斯所指挥的轻盾兵与塔乌里翁一同前往特里菲利亚。待他们出发后,国王下令将莱昂提乌斯因担保之事逮捕收押。
συνέντες δʼ οἱ πελτασταὶ τὸ γεγονός, διαπεμψαμένου τινὰ πρὸς αὐτοὺς τοῦ Λεοντίου, πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν βασιλέα, παρακαλοῦντες, εἰ μὲν πρὸς ἄλλο τι πεποίηται3 τὴν ἀπαγωγὴν τοῦ Λεοντίου, μὴ χωρὶς αὑτῶν ποιήσασθαι τὴν ὑπὲρ τῶν ἐγκαλουμένων κρίσιν, εἰ δὲ μή, ὅτι νομιοῦσι4 μεγαλείως παρολιγωρεῖσθαι καὶ καταγινώσκεσθαι πάντες — εἶχον γὰρ ἀεὶ τὴν τοιαύτην ἰσηγορίαν Μακεδόνες πρὸς τοὺς βασιλεῖς —
轻盾兵们因莱昂提乌斯派人给他们送信,从而得知了所发生的事情,便向国王派遣使者,恳求他:如果逮捕莱昂提乌斯是出于其他原因,请不要在他们不在场的情况下对被告进行审判;否则,他们将认为自己全体受到了极大的轻视与谴责——因为马其顿人对他们的国王一向拥有这种直言不讳的权利——
εἰ δὲ πρὸς τὴν ἐγγύην τοῦ Μεγαλέου, διότι τὰ χρήματα κατὰ κοινὸν εἰσενέγκαντες ἐκτίσουσιν αὐτοί.
如果是由于梅加莱亚斯的担保问题,他们将共同集资来偿还这笔钱。
τὸν μὲν οὖν Λεόντιον ὁ βασιλεὺς παροξυνθεὶς θᾶττον ἢ προέθετο διὰ τὴν τῶν πελταστῶν5
于是,国王因轻盾兵们的(请愿)而比原计划更快地被激怒,将莱昂提乌斯……
- 5.27.1Ἐλατείας ἀνέστρεφε
直接承接上一章末尾未完的“οὗτος μὲν αὖτις ἐξ”(此人再次从……),其主语为前句的指示代词 οὗτος(阿佩莱斯)。
- 5.27.4πρὸς τὴν ἀναδοχήν
介词 πρός 在此处表示原因或理由(“由于”、“因为”),指的是莱昂提乌斯因未能履行作为梅加莱亚斯二十塔兰同担保人(ἐγγύη)的义务。
- 5.27.5εἰ μὲν πρὸς ἄλλο τι πεποίηται
πεποίηται 为第三人称单数完成时中/被动。从上下文来看,其主语为国王(腓力),既可理解为中动语态(具主动意义,“国王已经做出”),也可理解为被动语态(“逮捕已被做出”)。此处采用以国王为主语的中动语态解。
- 5.27.6εἰ δὲ μή, ὅτι νομιοῦσι
紧接在 εἰ δὲ μή(否则)之后的 ὅτι 从句引导一个间接陈述,承接了前文分词 παρακαλοῦντες(恳求)中所隐含的“警告/声称”等传达动词的语气。
- 5.27.8διὰ τὴν τῶν πελταστῶν
阴性单数宾格冠词 τὴν 暗示省略了如上文提到的轻盾兵们的“使节派遣”(πρεσβείαν)或“请愿”(ἔντευξιν)等阴性名词。此外,本分段在句子中途结束。
