- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.23.1-5.23.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
腓力在丘陵上击败了吕库尔戈斯的军队,迫使其退回城内。随后,他掩护了从阿密克莱推进的阿拉托斯主力部队,击退了拉刻代蒙人的反击,并安全渡过欧罗塔斯河。
τοὺς ἱππεῖς.1 ὁ δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μισθοφόρους, ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδεστέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ μικρὰ συμβαλλομένων.2
……骑兵。而腓力在逼近吕库尔戈斯及其部下时,起初仅让雇佣兵们发起进攻,由此在开始时,拉刻代蒙一方的人战斗得更为得志,因为他们的装备和地形都给予了他们不小的帮助。
ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς ὁ Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δʼ Ἰλλυριοῖς ὑπεράρας3 ἐκ πλαγίων ἐποιεῖτο τὴν ἔφοδον, τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον,4 ἐγκλίναντας φυγεῖν.
但当腓力将担任预备队角色的轻盾兵投入战斗人员的身后,并带领伊利里亚人越过高地,从侧翼发起进攻时,此时,腓力一方的雇佣兵因受到伊利里亚人和轻盾兵预备队的鼓舞,在危险面前士气倍增,而吕库尔戈斯手下的人则被重装步兵的进攻所震慑,开始退却逃跑。
ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. ὁ δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον.
于是他们之中约有一百人战死,被俘的人比这稍多一些;其余的人则逃回了城里。吕库尔戈斯本人则在夜里与少数人一起经由无路可行的地方进发,得以退入城中。
Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δʼ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν.
腓力让伊利里亚人占领了丘陵,自己则带着轻装兵和轻盾兵返回主力部队。
Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως.
与此同时,阿拉托斯率领方阵从阿密克莱出发,此时已经逼近城市。
ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπʼ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει5 τὰς δυσχωρίας.
于是国王渡过河流,用轻装兵、轻盾兵以及骑兵进行掩护,直到重装步兵安全地通过了紧挨着这些丘陵下方的险要地带。
τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων, καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει6 τοῖς αὑτοῦ φαλαγγίταις
城内的人企图向进行掩护的骑兵发起进攻,从而发生了一场更为剧烈的冲突,但由于轻盾兵英勇作战,腓力在此次交战中也取得了无可争议的优势,将拉刻代蒙人的骑兵一直追赶到城门,随后安全地渡过欧罗塔斯河,亲自为他的方阵步兵殿后。
- 5.23.1τοὺς ἱππεῖς
此宾语短语承接前一章(5.22.11)末尾的现在分词 ποιοῦντες,意为“在右翼配置骑兵”。
- 5.23.2ἅτε ... συμβαλλομένων
结合了表示原因的连词 ἅτε 与属格独立结构(τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων ... συμβαλλομένων),给出了一个基于客观事实的原因(“因为……之故”)。
- 5.23.3ὑπεράρας
动词 ὑπεραίρω 的主动语态不定过去时分词,在此作不及物动词使用,意为“越过(高地)”,修饰主句主语腓力。
- 5.23.4τὴν τῶν βαρέων ὅπλων ἔφοδον
属格短语 τῶν βαρέων ὅπλων(字面意为“重装备”,指重装步兵)对名词 ἔφοδον(进攻)起主格性属格的作用,应理解为“重装步兵的进攻”。
- 5.23.8ἕως τὰ βαρέα ... διῄει
连词 ἕως 伴随直陈式未完成过去时(διῄει),表示主句动作(ἐφήδρευε)与从句动作在时间上平行发生,或持续至其界限(“直到……期间/在……的时候”)。
- 5.23.10ἀπουράγει
动词 ἀπουραγέω(意为“殿后、率领后卫”)的直陈式现在时(历史现在时),支配与格短语(τοῖς αὑτοῦ φαλαγγίταις)。
