- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.22.1-5.22.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
文章解释了斯巴达周边的地势,说明拉刻代蒙人通过筑坝放水使菲力处于极度不利的境地,为此腓力决定首先将吕库尔戈斯从梅内莱翁的高地上击退。
γος]. τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης1 καὶ κειμένης ἐν τόποις ἐπιπέδοις, κατὰ μέρος δὲ περιεχούσης ἐν αὑτῇ διαφόρους ἀνωμάλους καὶ βουνώδεις τόπους, τοῦ δὲ ποταμοῦ παραρρέοντος ἐκ τῶν πρὸς ἀνατολὰς αὐτῆς μερῶν, ὃς καλεῖται μὲν Εὐρώτας, γίνεται δὲ τὸν πλείω χρόνον ἄβατος διὰ τὸ μέγεθος, συμβαίνει τοὺς βουνοὺς ἐφʼ ὧν τὸ Μενελάιόν ἐστι πέραν μὲν εἶναι τοῦ ποταμοῦ, κεῖσθαι δὲ τῆς πόλεως κατὰ χειμερινὰς ἀνατολάς, ὄντας τραχεῖς καὶ δυσβάτους καὶ διαφερόντως ὑψηλούς, ἐπικεῖσθαι δὲ τῷ πρὸς τὴν πόλιν τοῦ ποταμοῦ διαστήματι2 κυρίως, διʼ οὗ φέρεται μὲν ὁ προειρημένος ποταμὸς παρʼ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δʼ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν ἡμισταδίων·
……古斯]。因为斯巴达在整体形状上大致呈圆形,坐落在平坦的地方,但局部在自身内部包含着各种高低不平的丘陵地带;而在其东侧流过的河流,被称为欧罗塔斯河,因其水量巨大而在一年中的大部分时间里无法涉渡。由此,建有梅内莱翁神庙的丘陵位于河的对岸,坐落在城市的东南方向(冬至日出方向),地势险峻、难以攀登且异常高耸,直接俯瞰着河流通往城市之间的那段狭窄空间。前述的河流正是沿着这片空间的丘陵根部流过,整个空间的宽度总共不超过一斯塔狄翁半。
διʼ οὗ τὴν ἀνακομιδὴν ἔδει ποιεῖσθαι κατʼ ἀνάγκην τὸν Φίλιππον, ἐκ μὲν εὐωνύμων ἔχοντα τὴν πόλιν καὶ τοὺς Λακεδαιμονίους ἑτοίμους καὶ παρατεταγμένους, ἐκ δὲ δεξιῶν τόν τε ποταμὸν καὶ τοὺς περὶ τὸν Λυκοῦργον ἐπὶ τῶν λόφων ἐφεστῶτας.
腓力必须被迫通过这条通道撤回,此时他的左侧是城市和已严阵以待的拉刻代蒙人,右侧则是河流和站在丘陵之上的吕库尔戈斯及其部下。
ἐμεμηχάνηντο δέ τι πρὸς τοῖς ὑπάρχουσι καὶ τοιοῦτον οἱ Λακεδαιμόνιοι· φράξαντες γὰρ τὸν ποταμὸν ἄνωθεν ἐπὶ τὸν μεταξὺ τόπον τῆς πόλεως καὶ τῶν βουνῶν ἐφῆκαν, οὗ διαβρόχου γενηθέντος, οὐχ οἷον τοὺς ἵππους, ἀλλʼ οὐδʼ ἂν τοὺς πεζοὺς δυνατὸν ἦν ἐμβαίνειν.
此外,拉刻代蒙人还在现有防御的基础上设计了如下手段:他们从上游拦截河水,将其引入城市与丘陵之间的地带,使其变得一片汪洋,不仅骑兵无法进入,甚至连步兵也难以涉足。
διόπερ ἀπελείπετο παρʼ αὐτὴν τὴν παρώρειαν ὑπὸ τοὺς λόφους τὴν δύναμιν ἄγοντας δυσπαραβοηθήτους καὶ μακροὺς αὑτοὺς ἐν πορείᾳ παραδιδόναι3 τοῖς πολεμίοις. εἰς ἃ βλέπων ὁ Φίλιππος, καὶ βουλευσάμενος μετὰ τῶν φίλων, ἀναγκαιότατον ἔκρινε τῶν παρόντων τὸ τρέψασθαι πρώτους τοὺς περὶ τὸν Λυκοῦργον ἀπὸ τῶν κατὰ τὸ Μενελάιον τόπων.
因此,他们别无选择,只能沿着山麓紧挨着丘陵行军,这使得行军队列拉得很长,难以互相救援,极易暴露给敌人。腓力看清了这些情况,并与朋友们商议后,认为在当前的形势下,最迫切的任务是将吕库尔戈斯及其部下首先从梅内莱翁周围的地区击退。
ἀναλαβὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους.
于是,他带着雇佣兵、轻盾兵,以及紧随其后的伊利里亚人,渡过河流,朝丘陵方向推进。
ὁ δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθʼ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δʼ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέφηνεν.
吕库尔戈斯洞察到了腓力的意图,便让身边的士兵做好准备,动员他们迎接危险,并向城内的人出示了信号。
οὗ γενομένου παραυτίκα τοὺς πολιτικούς, οἷς ἐπιμελὲς ἦν, ἐξῆγον κατὰ τὸ συντεταγμένον πρὸ τοῦ τείχους, ποιοῦντες ἐπὶ τοῦ δεξιοῦ κέρατος
信号一出,负责的将领们立即按照约定将市民兵带到城墙前,并在右翼排开……
- 5.22.1τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης
说明跨越 §5.22.1–2 的长句骨架。τῆς γὰρ Σπάρτης... ὑπαρχούσης... (5.22.1) 与 τοῦ δὲ ποταμοῦ παραρρέοντος... (5.22.2) 均为属格独立结构(通过 μέν 和 δέ 相连),为 §5.22.3 中以 συμβαίνει 开始的主句提供原因或背景,主句的不定式主语为 τοὺς βουνούς...。
- 5.22.3τῷ πρὸς τὴν πόλιν τοῦ ποταμοῦ διαστήματι
字面意思是“河流朝向城市的间隔”,即河流与城市之间的狭窄空间。介词短语 πρὸς τὴν πόλιν 修饰名词 διάστημα(这里为与格 διαστήματι),属格 τοῦ ποταμοῦ 进一步限定该名词。
- 5.22.7ἀπελείπετο ... παραδιδόναι
动词 ἀπελείπετο 作无人称使用(意为“剩下/别无选择”),其主语为不定式 παραδιδόναι。宾格复数分词 ἄγοντας 与该不定式暗指的主语(指腓力的军队或作为将领与士兵的他们)一致。
