← 波利比奥斯

历史

§4.41.1-4.41.9

伊斯特河泥沙堆积与外海沙洲的形成

解释了由于伊斯特河(多瑙河)携带的泥沙在黑海沿岸形成的巨大沙洲现象,并探讨了河流流速与海水深度决定堆积位置的物理机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.41.1

ἐστι δῆλον τὸ γινόμενον. τοῦ γὰρ Ἴστρου πλείοσι στόμασιν ἀπὸ τῆς Εὐρώπης εἰς τὸν Πόντον εἰσβάλλοντος, συμβαίνει πρὸς τοῦτον σχεδὸν ἐπὶ χίλια στάδια συνεστάναι ταινίαν ἡμέρας δρόμον1 ἀπέχουσαν τῆς γῆς [ἥτις νῦν συνέστηκεν] ἐκ τῆς τοῖς στόμασιν εἰσφερομένης ἰλύος·

正在发生的事实是显而易见的。因为随着伊斯特河从欧洲通过多个河口流入黑海,在这些河口前方,由于河口携带而来的泥沙,在距离陆地一日航程的地方,形成了一条长达近一千斯塔迪奥恩的沙洲[即现已形成者]。

§4.41.2

ἐφʼ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐποκέλλοντες2 νυκτὸς ἐπὶ τοὺς τόπους. καλοῦσι δʼ αὐτοὺς οἱ ναυτικοὶ Στήθη.

在朝着它航行时,那些在黑海上航行的人,在以为自己还行驶在公海时,往往在夜间不知不觉地在这些地方搁浅。船员们称这些地方为“斯特特”(胸沙洲)。

§4.41.3

τοῦ δὲ μὴ παρʼ αὐτὴν συνίστασθαι3 τὴν γῆν, ἀλλʼ ἐπὶ τὸ πολὺ προωθεῖσθαι τὸν χοῦν, ταύτην νομιστέον εἶναι τὴν αἰτίαν.

至于泥沙并非堆积在陆地近旁,而是被推向远海,其原因应当被认为是以下这般。

§4.41.4

ἐφʼ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν, ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς·

因为只要河流的流量由于其奔腾的威力而占据优势并推开海水,那么泥沙以及一切被水流携带的物质就必然会被推向前,绝不会停留或静止。

§4.41.5

ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύηται τὰ ῥεύματα, τότʼ εἰκὸς ἤδη κατὰ φύσιν φερόμενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν.

但是,当由于海水的深度和广阔而使水流的力量最终减弱时,那时泥沙自然就会按照其本性向下沉降,从而停滞并静止。

§4.41.6

διʼ ἃ δὴ τῶν μὲν λάβρων καὶ μεγάλων ποταμῶν τὰ μὲν χώματα μακρὰν συνίσταται, τὰ δὲ παρὰ τὴν χέρσον ἐστὶν ἀγχιβαθῆ, τῶν δʼ ἐλαττόνων καὶ πρᾴως ῥεόντων παρʼ αὐτὰς τὰς εἰσβολὰς οἱ θῖνες συνίστανται.

正是因为这个原因,湍急而巨大的河流的堆积物形成于遥远的地方,而陆地近旁则水深骤降;而对于较小且流动缓慢的河流,沙丘则恰恰在它们的河口处形成。

§4.41.7

μάλιστα δʼ ἔκδηλον γίνεται τοῦτο κατὰ τὰς τῶν ὄμβρων ἐπιφοράς· καὶ γὰρ τὰ τυχόντα τότε τῶν ῥείθρων, ἐπειδὰν ἐπικρατήσωσι τοῦ κύματος κατὰ τὴν εἰσβολήν, προωθοῦσι τὸν χοῦν εἰς θάλατταν ἐπὶ τοσοῦτον ὥστε πρὸς λόγον ἑκάστου γίνεσθαι τὴν ἀπόστασιν τῇ βίᾳ τῶν ἐμπιπτόντων ῥευμάτων.

这一点在暴雨来临时变得尤为明显;因为那时即使是寻常的溪流,一旦它们在河口处压倒波浪,也会将泥沙推入海中,其推入的距离与各股汇入水流的威力成比例。

§4.41.8

τῷ δὲ μεγέθει τῆς προειρημένης ταινίας καὶ καθόλου τῷ πλήθει τῶν εἰσφερομένων λίθων καὶ ξύλων καὶ γῆς ὑπὸ τῶν ποταμῶν οὐδαμῶς ἀπιστητέον —

对于前述沙洲的巨大,以及河流所携带的石头、木材和泥土的总量,绝不应该产生怀疑——

§4.41.9

εὔηθες γάρ — θεωροῦντας4 ὑπὸ τὴν ὄψιν τὸν τυχόντα χειμάρρουν ἐν βραχεῖ χρόνῳ πολλάκις ἐκχαραδροῦντα μὲν καὶ διακόπτοντα τόπους ἠλιβάτους, φέροντα δὲ πᾶν γένος ὕλης καὶ γῆς καὶ λίθων, ἐπιχώσεις δὲ ποιούμενον τηλικαύτας ὥστʼ ἀλλοιοῦν ἐνίοτε καὶ μηδὲ γινώσκειν ἐν βραχεῖ χρόνῳ

因为这是愚蠢的——当我们亲眼目睹任何一条寻常的急流如何在短时间内,常常冲刷并切断险峻的土地,携带各种木材、泥土和石头,并形成如此巨大的堆积物,以至于有时在短时间内改变地形,令人甚至无法辨认。

语法注4 条
  1. 4.41.1ἡμέρας δρόμον

    意为“一日路程”(特指一日航行距离)。在此用作修饰名词 ταινίαν 的空间范围宾格。

  2. 4.41.2λανθάνουσιν ἐποκέλλοντες

    λανθάνω 与分词(ἐποκέλλοντες)连用的句式,表示“他们自己也在不知不觉中(夜间)搁浅于该处”。

  3. 4.41.3τοῦ δὲ μὴ παρʼ αὐτὴν συνίστασθαι

    由冠词 τοῦ 引导的不定式从句(τοῦ μὴ... συνίστασθαι... ἀλλʼ... προωθεῖσθαι)用作解释或原因的属格,与句末的 ταύτην... τὴν αἰτίαν(“此原因”)构成同格。

  4. 4.41.9θεωροῦντας

    宾格分词 θεωροῦντας 指代无人称动词性形容词 ἀπιστητέον 所暗示的逻辑主语(泛指的“人们”或“我们”),带有一种条件或让步的含义:“既然我们亲眼目睹……[而若不信则是愚蠢的]”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.41.1-4.41.9