← 波利比奥斯

历史

§4.40.1-4.40.10

迈欧提斯湖与黑海的泥沙淤积及填平论证

波里比乌斯主张现代地理与历史研究应依靠实证观察而非诗人和神话,并通过无限时间与有限盆地的原理以及当前的淤积现状,论证了迈欧提斯湖和黑海在未来终将被泥沙完全填满。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.40.1

ρίας,1 ἧς ἀκριβεστέραν εὑρεῖν οὐ ῥᾴδιον· ἐπεὶ δʼ ἐπὶ τὸν τόπον ἐπέστημεν, οὐδὲν ἀφετέον ἀργὸν οὐδʼ ἐν αὐτῇ τῇ φάσει κείμενον,2 ὅπερ οἱ πλεῖστοι ποιεῖν εἰώθασι τῶν συγγραφέων, ἀποδεικτικῇ δὲ μᾶλλον τῇ διηγήσει χρηστέον, ἵνα μηδὲν ἄπορον ἀπολείπωμεν τῶν ζητουμένων τοῖς φιληκόοις.

观察,要找到比这更精确的观察并非易事。既然我们已经着手探讨这一课题,就决不能留下任何未加说明或仅作为空洞论断的内容——而这正是大多数历史学家习惯的做法——相反,我们应当采用论证性的叙述,以便不给好学的读者留下任何未决的疑问。

§4.40.2

τοῦτο γὰρ ἴδιόν ἐστι τῶν νῦν καιρῶν, ἐν οἷς πάντων πλωτῶν καὶ πορευτῶν γεγονότων οὐκ ἂν ἔτι πρέπον εἴη ποιηταῖς καὶ μυθογράφοις χρῆσθαι μάρτυσι περὶ τῶν ἀγνοουμένων, ὅπερ οἱ πρὸ ἡμῶν πεποιήκασι περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς3 κατὰ τὸν Ἡράκλειτον, πειρατέον δὲ διʼ αὐτῆς τῆς ἱστορίας ἱκανὴν παριστάναι πίστιν τοῖς ἀκούουσι.

因为这正是我们当今时代的特征,在这个所有水路和陆路都已畅通的时代,若再以诗人和神话作者作为未知事物的见证者,便不再妥当了,这正是我们的前人在大多数事情上所做的,如赫拉克利特所说,他们为有争议的事物提供了不可靠的保证人;我们应当努力通过历史叙述本身,向听众呈现出充足的可信度。

§4.40.4

φαμὲν δὴ χώννυσθαι μὲν καὶ πάλαι καὶ νῦν τὸν Πόντον, χρόνῳ γε μὴν ὁλοσχερῶς ἐγχωσθήσεσθαι τήν τε Μαιῶτιν καὶ τοῦτον, μενούσης γε δὴ τῆς αὐτῆς τάξεως περὶ τοὺς τόπους, καὶ τῶν αἰτίων τῆς ἐγχώσεως ἐνεργούντων κατὰ τὸ συνεχές.

确实,我们断言,黑海无论过去还是现在都在淤积,而且随着时间的推移,只要这些地区的空间秩序保持不变,且淤积的原因持续不断地起作用,迈欧提斯湖和黑海都将被彻底填满。

§4.40.5

ὅταν γὰρ ὁ μὲν χρόνος ἄπειρος ᾖ, τὰ δὲ κοιλώματα πάντη πάντως ὡρισμένα, δῆλον ὡς, κἂν τὸ τυχὸν εἰσφέρηται, πληρωθήσονται τῷ χρόνῳ.

因为当时间是无限的,而盆地在各方面都是有限且确定的时候,显而易见,即使带入的只是微不足道的东西,随着时间的流逝,它们也终将被填满。

§4.40.6

κατὰ φύσιν γὰρ τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ συνεχῶς γινόμενον ἢ φθειρόμενον, κἂν κατʼ ἐλάχιστον γίνηται — τοῦτο γὰρ νοείσθω νῦν — ἀνάγκη τελειωθῆναι4 κατὰ τὴν πρόθεσιν.

因为在自然规律中,有限之物在无限时间中持续不断地增加或减少,即使是以极微小的幅度发生——这就是我们现在需要设想的——也必然会按照预设的趋势最终完成。

§4.40.7

ὅταν δὲ μὴ τὸ τυχόν, ἀλλὰ καὶ λίαν πολύς τις εἰσφέρηται χοῦς, φανερὸν ὡς οὐ ποτέ, ταχέως δὲ συμβήσεται γενέσθαι τὸ νῦν δὴ λεγόμενον ὑφʼ ἡμῶν.

更何况带入的并非微不足道之物,而是极其大量的泥沙,显而易见,我们刚才所说的情况绝非遥不可及,而是很快就会发生。

§4.40.8

ὃ δὴ καὶ φαίνεται γινόμενον. τὴν μὲν οὖν Μαιῶτιν ἤδη κεχῶσθαι συμβαίνει· τὸ γάρ τοι πλεῖστον αὐτῆς μέρος ἐν ἑπτὰ καὶ πέντε ὀργυιαῖς ἐστι· διὸ καὶ πλεῖν αὐτὴν οὐκέτι δύνανται ναυσὶ μεγάλαις χωρὶς καθηγεμόνος.

而这正是显而易见正在发生的事。事实上,迈欧提斯湖现在便已经淤塞了,因为其大部分区域的深度仅在五至七寻之间,因此,若没有向导指引,大船已无法在其中航行。

§4.40.9

οὖσά τʼ ἐξ ἀρχῆς θάλαττα σύρρους τῷ Πόντῳ, καθάπερ οἱ παλαιοὶ συμφωνοῦσι, νῦν ἐστι λίμνη γλυκεῖα, τῆς μὲν θαλάττης ἐκπεπιεσμένης ὑπὸ τῶν ἐγχωμάτων, τῆς δὲ τῶν ποταμῶν εἰσβολῆς ἐπικρατούσης.

它最初是一片与黑海相通并一同流动的海域,正如古人们一致赞同的那样,而如今已变成了一个淡水湖,因为海水已被淤积的泥沙挤出,而河流的注入占据了绝对优势。

§4.40.10

ἔσται δὲ καὶ περὶ τὸν Πόντον παραπλήσιον, καὶ γίνεται νῦν· ἀλλʼ οὐ λίαν τοῖς πολλοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώματος. τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν5

黑海也将发生类似的情况,而且现在正在发生;只是由于盆地的巨大,大多数人看得并不十分清楚。然而,对于那些哪怕稍加留意的人来说,甚至在现在

语法注5 条
  1. 4.40.1ρίας

    与前一分段末尾的 θεω 结合,构成属格名词 θεωρίας(观察)。翻译时修复了这一断词,并顺畅地承接了前文“源于对自然规律的观察”的语境。

  2. 4.40.1ἀφετέον ἀργὸν οὐδʼ ἐν αὐτῇ τῇ φάσει κείμενον

    动形容词 ἀφετέον(应当留下/放弃)与否定词 οὐδὲν 连用,表示“绝不能留下任何东西”。ἀργὸν(闲置的、未证实的)与分词短语 ἐν αὐτῇ τῇ φάσει κείμενον(仅处于断言状态的,即缺乏实证的)共同修饰 οὐδὲν。

  3. 4.40.3ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς

    意为“为有争议的事物(ἀμφισβητουμένων,中性复数属格)提供不可靠的保证人(ἀπίστους βεβαιωτὰς,宾格)”。分词 παρεχόμενοι 指代主句主语(前人)。这是对赫拉克利特关于眼睛比耳朵更可靠这一思想的间接引用与应用。

  4. 4.40.6τὸ πεπερασμένον... ἀνάγκη τελειωθῆναι

    句子的核心骨架是一个宾格加不定式结构:ἀνάγκη [ἐστὶ] τὸ πεπερασμένον... τελειωθῆναι(有限之物必然走向终结)。带有条件意味的分词 γινόμενον ἢ φθειρόμενον(如果增加或减少)修饰主语 τὸ πεπερασμένον,而插入小句 κἂν κατʼ ἐλάχιστον γίνηται 则进一步限定了这一假设。

  5. 4.40.10τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν

    本分段在与格分词短语处戛然而止,主句的动词或补足语(例如“即使在现在也是显而易见的”)被省略,或者该结构旨在与下一分段的开头直接相连。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.40.1-4.40.10