- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.15.1-31.15.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
本节叙述了德米特里的逃亡如何最终被罗马人发现,以及元老院在意识到无法追上他后,决定派遣以提贝里乌斯·格拉古为首的使团前往东方。
ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν ἔμελλε1 τὸν Δημήτριον οὐδὲ τοὺς μετʼ ἐκείνου προάγοντας· οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δʼ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον, ὡς ἐκεῖ παρεσόμενον.
在罗马,第二天没有人会去寻找德米特里或与他一同先行的人;因为留在罗马的人以为他已经出发去了奇尔凯翁,而在阿纳格尼亚的人则正往同一地点走去迎他,以为他会在那里出现。
διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ2 τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον, ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων· οὐχ εὑρὼν δὲ πάλιν εἰς τὴν Ῥώμην ἔτρεχεν, ὡς κατὰ πορείαν ἀπαντήσων.
因此,他的逃亡完全没有引起注意,直到一个在阿纳格尼亚受了鞭笞的仆人跑到奇尔凯翁,期望在那里与德米特里会合;但他没有找到德米特里,便又跑回罗马,以为会在半路上遇到他。
οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησεν τοῖς ἐν Ῥώμῃ φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας.
由于在任何地方都没碰见他,他便向罗马的朋友们和留在家里的人说明了此事。
ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφʼ ἧς3 ὥρμησεν, ὑπενοήθη τὸ γεγονός.
当德米特里在他出发后的第四天被寻找时,事情的真相开始被怀疑。
τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν.
到了第五天,元老院立即为此召集会议,而此时德米特里其实已经过了西西里海峡。
τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι· πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτʼ ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν.
因此,他们放弃了追击,一方面是认为他在航行中已经遥遥领先——因为他确实遇到了顺风——另一方面是他们预见到即使想要阻止也无能为力;但在几天后,他们任命了以提贝里乌斯·格拉古、卢基乌斯·伦图卢斯和塞尔维利乌斯·格劳基亚为首的使节,他们首先要视察希腊人的事务,然后前往亚洲,密切注视德米特里的动向,考察其他国王的意图,并调解加拉太人与上述国王之间的争端。
διὸ τὸν Τεβέριον κατεστήσαντο πάντων αὐτόπτην γεγονέναι.4
因此他们指定提贝里乌斯去亲眼目睹一切。
καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. —
意大利的情况便是如此。 —
ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.
而德米特里,则在专注等待那将被派往他那里的使者的到来……
- 31.15.1ἐπιζητήσειν ἔμελλε
动词 ἔμελλε 与将来时不定式 ἐπιζητήσειν 连用,表示预期或意图(“本会寻找”或“打算寻找”)。
- 31.15.3ἕως οὗ
意为“直到”的连词性短语,用于引导逃亡未被察觉这一状态持续的终点。
- 31.15.6ἀφʼ ἧς
关系代词省略先行词(ἡμέραν)的结构,等同于 ἀπὸ τῆς ἡμέρας ἧς。指从他出发的“那天起”第四天,即“出发后第四天”。
- 31.15.11γεγονέναι
γίγνομαι 的完成时不定式,在此指“已经成为(并保持)目击者”。这解释了元老院为何任命提贝里乌斯·格拉古为使节(因为他此前已亲历并熟悉东方事务)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
