- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.94.1-3.94.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
罗马守备队受汉尼拔火牛之计的迷惑而擅离职守,使得迦太基军队得以安全通过隘口,而法比乌斯则保持谨慎、按兵不动。在其临时返回罗马之际,法比乌斯告诫同僚马库斯避免冒险,但后者却一心渴望决战。
ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν1 τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερβολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοήθουν τοῖς ἄκροις.
汉尼拔抵达了隘口和出口。至于罗马人,那些防守隘口的人,一看到火光朝山脊冲去,便以为汉尼拔是在朝那个方向突围,于是放弃了天险,前往支援山顶。
ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠποροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες. ἐπιγενομένων δὲ τῶν λογχοφόρων, οὗτοι μὲν βραχέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον2 καραδοκοῦντες τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι γνῶναι τὸ γινόμενον.
但当他们接近牛群时,却被火光所迷惑,想象并预料着比实际发生的事情更重大、更可怕的情况。等到长枪兵赶到时,他们与对方进行了短暂的交火,由于牛群冲向他们,双方在山顶上拉开距离停留,并保持着警惕,等待黎明的到来,因为他们无法辨明发生了什么。
Φάβιος δὲ τὰ μὲν ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι καὶ κατὰ τὸν ποιητὴν3 ὀισσάμενος δόλον εἶναι, τὰ δὲ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν οὐδαμῶς κρίνων ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις,4 ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι καὶ προσεδέχετο τὴν ἡμέραν.
此时,法比乌斯一方面对眼前发生的事情感到困惑,并如诗人所说怀疑其中有诈,另一方面,他认为绝不应违背最初的方针去孤注一掷或拿大局冒险,因此在营垒中保持按兵不动,等待天亮。
κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, προχωρούντων αὐτῷ τῶν πραγμάτων κατὰ τὴν ἐπιβολήν, τήν τε δύναμιν διεκόμισε διὰ τῶν στενῶν μετʼ ἀσφαλείας καὶ τὴν λείαν, λελοιπότων τοὺς τόπους τῶν παραφυλαττόντων τὰς δυσχωρίας.
与此同时,汉尼拔因一切进展均符合其计划,得以安全地将主力部队和战利品运送通过隘口,因为防守天险的人已经离开了那些地方。
ἅμα δὲ τῷ φωτὶ συνιδὼν τοὺς ἐν τοῖς ἄκροις ἀντικαθημένους τοῖς λογχοφόροις ἐπαπέστειλέ τινας τῶν Ἰβήρων, οἳ καὶ συμμίξαντες κατέβαλον μὲν τῶν Ῥωμαίων εἰς χιλίους, ῥᾳδίως δὲ τοὺς παρὰ σφῶν εὐζώνους ἐκδεξάμενοι κατεβίβασαν.
天一亮,他看到山顶上与长枪兵对峙的人,便增派了一些伊比利亚人,他们与敌人交战,斩杀了大约一千名罗马人,并轻易地接应并带回了己方的轻装部队。
Ἀννίβας μὲν οὖν τοιαύτην ἐκ τοῦ Φαλέρνου ποιησάμενος τὴν ἔξοδον, λοιπὸν ἤδη στρατοπεδεύων ἀσφαλῶς κατεσκέπτετο καὶ προυνοεῖτο περὶ τῆς χειμασίας ποῦ καὶ πῶς ποιήσεται, μέγαν φόβον καὶ πολλὴν ἀπορίαν παρεστακὼς ταῖς πόλεσι καὶ τοῖς κατὰ τὴν Ἰταλίαν ἀνθρώποις.
汉尼拔就这样走出了法莱尔努斯地区,此后他已能安全地扎营,并开始侦察和谋划将在何处以及如何进行冬营,这给意大利的城市和人民带来了巨大的恐惧和极大的困惑。
Φάβιος δὲ κακῶς μὲν ἤκουε παρὰ τοῖς πολλοῖς, ὡς ἀνάνδρως ἐκ τοιούτων τόπων προέμενος τοὺς ὑπεναντίους, οὐ μὴν ἀφίστατό γε τῆς προθέσεως.
尽管法比乌斯在众人中名声扫地,被指责懦弱地放走了身处此等境地的敌人,但他却绝不放弃自己的初衷。
καὶ ἀναγκασθεὶς δὲ μετʼ ὀλίγας ἡμέρας ἐπί τινας ἀπελθεῖν θυσίας εἰς τὴν Ῥώμην παρέδωκεν τῷ συνάρχοντι τὰ στρατόπεδα καὶ πολλὰ χωριζόμενος ἐνετείλατο μὴ τοσαύτην ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πολεμίους ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δεινόν.5
几天后,他因某些祭祀活动被迫返回罗马,便将军队移交给他的同僚,并在临行前多次叮嘱他,不要把太多的热情放在伤害敌人上,而应放在使己方不遭受任何惨重损失上。
ὧν οὐδὲ μικρὸν ἐν νῷ τιθέμενος Μάρκος ἔτι λέγοντος αὐτοῦ ταῦτα πρὸς τῷ παραβάλλεσθαι καὶ τῷ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν.6
马库斯对此毫不放在心上,甚至在法比乌斯还在说这些话时,他就已经全身心地投入到孤注一掷和冒险之中了。
- 3.94.1ἅμα τῷ συνιδεῖν
前置词 ἅμα 与带定冠词的与格不定式(τῷ συνιδεῖν)连用,构成表示“一……就……”的表示同时性的时间副词短语。
- 3.94.3προσανεῖχον
动词 προσανέχω(意为“倾注注意力”)的未完成过去时,在此处省略了宾语如 τὸν νοῦν(心思、注意力),作不及物动词使用,意为“保持警惕”或“严阵以待”。
- 3.94.4κατὰ τὸν ποιητὴν
意为“正如诗人(荷马)所说”。后续的 ὀισσάμενος δόλον εἶναι(怀疑有诈)是对《奥德赛》等作品中出现的荷马式诗意表达的援引。
- 3.94.4τοῖς ὅλοις
中性复数与格的名词性用法,在此处指战局的“大局”或“整体”。用作动词 παραβάλλεσθαι(冒险、下注)的与格补足语。
- 3.94.9μὴ τοσαύτην ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πολεμίους ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δεινόν
由关联词 τοσαύτην ... ἡλίκην(与……同样多的)构成的比较结构。并列了由前置词 ὑπὲρ 支配的两个属格不定式短语(τοῦ βλάψαι 与 τοῦ ... παθεῖν)。后一个不定式短语中的 αὐτούς 为宾格,作不定式 παθεῖν 的逻辑主语(指罗马人自身)。
- 3.94.10ὅλος καὶ πᾶς ἦν
“既是整体,又是全部”的双重形容词惯用表达,意为“全身心地投入于……”或“满脑子都在想……”。
