- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.93.1-3.93.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
法比乌斯企图利用有利地势包围迦太基军并彻底结束战争。而汉尼拔察觉到了罗马军队的企图,想出了一条在夜间将绑有燃烧火把的牛群驱赶上山脊以突破封锁的奇计。
νῶν κατεστρατοπέδευσε. παραγενομένων δὲ τῶν Καρχηδονίων καὶ ποιησαμένων τὴν παρεμβολὴν ἐν τοῖς ἐπιπέδοις ὑπʼ αὐτὴν τὴν παρώρειαν, τὴν μὲν λείαν αὐτῶν ἤλπισεν ἀδηρίτως περισυρεῖν, ὡς δὲ τὸ πολὺ καὶ τοῖς ὅλοις1 πέρας ἐπιθήσειν διὰ τὴν τῶν τόπων εὐκαιρίαν.
……(在狭隘通道前的山丘上)安营扎寨。当迦太基人到达并紧挨着山麓的平地上安营时,他希望能毫不费力地夺走他们的战利品,并且在很大程度上,由于地形的有利,甚至能彻底结束整个战争。
καὶ δὴ περὶ ταῦτα καὶ πρὸς τούτοις ἐγίνετο τοῖς διαβουλίοις, διανοούμενος πῇ καὶ πῶς χρήσεται τοῖς τόποις καὶ τίνες καὶ πόθεν πρῶτον ἐγχειρήσουσι τοῖς ὑπεναντίοις.
事实上,他正专注于这些以及类似的商议,思考在何处以及如何利用这些地形,以及谁将从哪里首先向敌人发起进攻。
Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομένων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκότων οὐκ ἔδωκε χρόνον οὐδʼ ἀναστροφὴν ταῖς ἐπιβολαῖς αὐτῶν, ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λειτουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμπάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν ἐκλέξαντʼ ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς.
另一方面,汉尼拔在敌人为次日做这些准备时,根据常理推测,不给他们的企图留任何时间和回旋余地,他召来负责营务的哈斯德鲁巴,命令他火速用各种干燥木材捆扎尽可能多的火把,并从全部战利品中挑选出最强壮的役牛约二千头,聚集在营前。
γενομένου δὲ τούτου συναγαγὼν ὑπέδειξε τοῖς λειτουργοῖς ὑπερβολήν τινα μεταξὺ κειμένην τῆς αὑτοῦ στρατοπεδείας καὶ τῶν στενῶν, διʼ ὧν ἔμελλε ποιεῖσθαι τὴν πορείαν, πρὸς ἣν ἐκέλευε προσελαύνειν τοὺς βοῦς ἐνεργῶς καὶ μετὰ βίας, ὅταν δοθῇ τὸ παράγγελμα, μέχρι συνάψωσι τοῖς ἄκροις.
完成此事后,他召集营役人员,指出了位于他自己营地与他准备行军通过的狭隘通道之间的一处山脊,命令他们在发出信号时,强力且猛烈地将牛群朝那里驱赶,直到它们抵达山顶。
μετὰ δὲ τοῦτο δειπνοποιησαμένοις ἀναπαύεσθαι καθʼ ὥραν παρήγγειλε πᾶσιν.
此后,他命令大家吃晚饭,并在适当的时候休息。
ἅμα δὲ τῷ κλῖναι2 τὸ τρίτον μέρος τῆς νυκτὸς εὐθέως ἐξῆγε τοὺς λειτουργοὺς καὶ προσδεῖν ἐκέλευσε πρὸς τὰ κέρατα τοῖς βουσὶ τὰς λαμπάδας.
到了夜间第三个阶段开始倾斜时,他立即带领营役人员,命令他们将火把绑在牛角上。
ταχὺ δὲ τούτου γενομένου διὰ τὸ πλῆθος, ἀνάψαι παρήγγειλε πάσας καὶ τοὺς μὲν βοῦς ἐλαύνειν καὶ προσβάλλειν πρὸς τὰς ἀκρωρείας ἐπέταξε, τοὺς δὲ λογχοφόρους κατόπιν ἐπιστήσας τούτοις ἕως μέν τινος συνεργεῖν παρεκελεύετο τοῖς ἐλαύνουσιν, ὅταν δὲ τὴν πρώτην ἅπαξ ὁρμὴν λάβῃ τὰ ζῷα, παρατρέχοντας παρὰ τὰ πλάγια καὶ συγκρούοντας3 ἅμα τῶν ὑπερδεξίων ἀντέχεσθαι τόπων καὶ προκαταλαμβάνειν τὰς ἀκρωρείας, ἵνα παραβοηθῶσι καὶ συμπλέκωνται τοῖς πολεμίοις, ἐάν που συναντῶσι πρὸς τὰς ὑπερβολάς.
由于人数众多,此事迅速办妥,他便命令将火把全部点燃,并下令驱赶牛群向山脊冲去。他将长枪兵部署在它们后面,叮嘱他们起初要协助驱赶牛群,而一旦这些牲畜发起了第一次冲锋,就要沿着两侧奔跑,一边驱赶,一边同时占据制高点并预先占领山脊,以便在敌人于隘口附近相遇时进行支援并与敌交战。
κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ἀναλαβὼν πρῶτα μὲν τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς, ἑξῆς δὲ τὴν λείαν, ἐπὶ δὲ πᾶσι τοὺς Ἴβηρας καὶ Κελτοὺς
此时,他自己率领,首先是重装步兵,其次是骑兵,接着是战利品,最后则是伊比利亚人和凯尔特人……
- 3.93.1τοῖς ὅλοις
名词化中性复数 τὰ ὅλα(整体,在此指大局或整个战争)的与格形式,作为 πέρας ἐπιθήσειν(终结、画上句号)的与格补足语,意为“彻底结束整个战争”。
- 3.93.7ἅμα δὲ τῷ κλῖναι
由 ἅμα τῷ 加上不定式 κλῖναι 构成的句型,表示“一……就……”。作不及物动词使用的 κλῖναι(倾斜、下沉)在此形容“夜间的第三个阶段(即第三更或第三哨)将尽(倾斜)之时”。
- 3.93.9παρατρέχοντας ... καὶ συγκρούοντας
这些宾格分词修饰主句中宾格加不定式结构中的逻辑主语(长枪兵 τοὺς λογχοφόρους)。συγκρούοντας 可以作不及物或使役用法,意为“驱赶聚拢(牛群)”或“(通过敲击武器等)制造噪音以惊吓牛群”,皆指为了使牛群狂奔而进行的骚扰行动。
