- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.45.1-3.45.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
负责侦察的努米底亚骑兵与罗马骑兵交战后返回报告,普布利乌斯和汉尼拔两军随即各自展开军事行动。
λυθείσης δὲ τῆς ἐκκλησίας ἧκον τῶν Νομάδων οἱ προαποσταλέντες ἐπὶ τὴν κατασκοπήν, τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προτροπάδην πεφευγότες.1
集会解散后,那些先前被派去侦察的努米底亚骑兵回来了,他们损失了大半人马,其余的人则狼狈地逃了回来。
συμπεσόντες γὰρ οὐ μακρὰν ἀπὸ τῆς ἰδίας στρατοπεδείας τοῖς τῶν Ῥωμαίων ἱππεῦσι τοῖς ἐπὶ τὴν αὐτὴν χρείαν ἐξαπεσταλμένοις ὑπὸ τοῦ Ποπλίου τοιαύτην ἐποιήσαντο φιλοτιμίαν ἀμφότεροι κατὰ τὴν συμπλοκὴν ὥστε τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα διαφθαρῆναι,2 τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους.
因为他们在离自己营地不远的地方,遭遇了普布利乌斯为执行同样任务而派遣的罗马骑兵,双方在交战中表现得如此勇猛,以至于罗马人和凯尔特人的骑兵损失了约一百四十人,而努米底亚人则损失了两百多人。
γενομένων δὲ τούτων οἱ Ῥωμαῖοι συνεγγίσαντες κατὰ τὸ δίωγμα τῷ τῶν Καρχηδονίων χάρακι καὶ κατοπτεύσαντες αὖθις ἐξ ὑποστροφῆς ἠπείγοντο, διασαφήσοντες τῷ στρατηγῷ τὴν παρουσίαν τῶν πολεμίων· ἀφικόμενοι δʼ εἰς τὴν παρεμβολὴν ἀνήγγειλαν.
此事发生后,罗马人在追击中逼近了迦太基人的营垒,并进行了侦察,随即转身急忙折返,准备向将军禀报敌人的出现;他们回到营地后作了汇报。
Πόπλιος δὲ παραυτίκα τὴν ἀποσκευὴν ἀναθέμενος ἐπὶ τὰς ναῦς ἀνέζευξε παντὶ τῷ στρατεύματι καὶ προῆγε παρὰ τὸν ποταμόν, σπεύδων συμμῖξαι τοῖς ὑπεναντίοις.
普布利乌斯立即将行李装上船只,率全军出发,沿着河流前进,急于与敌军交战。
Ἀννίβας δὲ τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας3 ἅμα τῷ φωτὶ τοὺς μὲν ἱππεῖς προέθετο πάντας ὡς πρὸς θάλατταν, ἐφεδρείας ἔχοντας τάξιν, τὴν δὲ τῶν πεζῶν ἐκίνει δύναμιν ἐκ τοῦ χάρακος εἰς πορείαν.
而汉尼拔在集会的次日,拂晓时分,将所有骑兵向海洋方向派往前方,使他们担任后卫的角色,并使步兵主力从营垒出发开始行军。
αὐτὸς δὲ τοὺς ἐλέφαντας ἐξεδέχετο καὶ τοὺς ἅμα τούτοις ἀπολελειμμένους ἄνδρας. ἐγένετο δʼ
他自己则留下来等待大象以及与它们一起被留在后方的士兵。事情进展到……
- 3.45.1τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προτροπάδην πεφευγότες
这是修饰主句主语 οἱ προαποσταλέντες(“先前被派去的人”)的“整体与部分”(schēma kath' holon kai meros)句式。前半句的 ἀπολωλεκότες 是主格分词,其宾语为 τοὺς μὲν πλείστους αὑτῶν(“失去了他们之中的大多数”);后半句 οἱ δὲ λοιποὶ... πεφευγότες 则使用主格主语和主格分词,构成了一种破格(类似于主格绝对独立分词的用法),用以描述幸存者的状态。
- 3.45.2τοιαύτην ἐποιήσαντο φιλοτιμίαν ... ὥστε ... διαφθαρῆναι
由关联词 τοιαύτην(“如此的”)引导的结果状语从句。ὥστε 从句采用了“带不定式的对格”结构(accusative with infinitive),其中不定式为 διαφθαρῆναι(διαφθείρω 的无定过去被动不定式),其意义上的对格主语分别为 τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα(“罗马人和凯尔特人中约一百四十名骑兵”)和 τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους(“两百多名努米底亚人”)。
- 3.45.5τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας
意为“集会的次日”。副词短语 κατὰ πόδας 字面意思是“紧随足迹”,在此处修饰 ἡμέρᾳ,起形容词作用,表示“紧随其后的一天”或“次日”,属格 τῆς ἐκκλησίας 则作为参照点,表示“集会之后的”。
