← 波利比奥斯

历史

§3.44.1-3.44.13

引见凯尔特使节与汉尼拔鼓舞军心

汉尼拔完成了渡河并派出了侦察兵,同时向士兵们引见了来自波河流域的凯尔特首领,通过演说极大地鼓舞了军队的士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.44.1

ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἅμα τῆς τε διαβάσεως καὶ τῶν ὑπεναντίων κεκρατηκὼς1 παραυτίκα μὲν ἐγίνετο πρὸς τῇ παρακομιδῇ τῶν πέραν ἀπολειπομένων ἀνδρῶν, πάσας δʼ ἐν βραχεῖ χρόνῳ διαπεραιώσας τὰς δυνάμεις ἐκείνην μὲν τὴν νύκτα παρʼ αὐτὸν τὸν ποταμὸν κατεστρατοπέδευσεν, τῇ δʼ ἐπαύριον ἀκούων τὸν τῶν Ῥωμαίων στόλον περὶ τὰ στόματα τοῦ ποταμοῦ καθωρμίσθαι, προχειρισάμενος πεντακοσίους τῶν Νομαδικῶν ἱππέων ἐξαπέστειλε κατασκεψομένους2 ποῦ καὶ πόσοι τυγχάνουσιν ὄντες καὶ τί πράττουσιν οἱ πολέμιοι.

迦太基将领在同时完成了渡河并击退敌军后,立即着手运送留在对岸的人员。他在短时间内将全部军队运送完毕,当晚便在河边安营扎寨。第二天,他听说罗马舰队已在河口附近停泊,便选拔并派遣了五百名努米底亚骑兵,去侦察敌人身在何处、人数多少以及在做些什么。

§3.44.4

κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ πρὸς τὴν τῶν ἐλεφάντων διάβασιν προεχειρίσατο τοὺς ἐπιτηδείους.

与此同时,他也选派了合适的人手,为大象的渡河做准备。

§3.44.5

αὐτὸς δὲ συναγαγὼν τὰς δυνάμεις εἰσήγαγε τοὺς βασιλίσκους τοὺς περὶ Μάγιλον — οὗτοι γὰρ ἧκον πρὸς αὐτὸν ἐκ τῶν περὶ τὸν Πάδον πεδίων — καὶ διʼ ἑρμηνέως τὰ δεδογμένα παρʼ αὐτῶν διεσάφει τοῖς ὄχλοις.

他自己则召集了军队,引见了以马吉洛斯为首的诸小王——因为这些人是从帕杜斯河周围的平原自发来到他那里的——并通过翻译向士兵们阐明了他们的决议。

§3.44.6

ἦν δὲ τῶν λεγομένων ἰσχυρότατα πρὸς θάρσος τῶν πολλῶν πρῶτον μὲν ἡ τῆς παρουσίας ἐνάργεια τῶν ἐπισπωμένων καὶ κοινωνήσειν ἐπαγγελλομένων τοῦ πρὸς Ῥωμαίους πολέμου, δεύτερον δὲ τὸ τῆς ἐπαγγελίας αὐτῶν ἀξιόπιστον, ὅτι καθηγήσονται διὰ τόπων τοιούτων διʼ ὧν οὐδενὸς ἐπιδεόμενοι τῶν ἀναγκαίων συντόμως ἅμα καὶ μετʼ ἀσφαλείας ποιήσονται τὴν εἰς Ἰταλίαν πορείαν, πρὸς δὲ τούτοις ἡ τῆς χώρας γενναιότης, εἰς ἣν ἀφίξονται, καὶ τὸ μέγεθος, ἔτι δὲ τῶν ἀνδρῶν ἡ προθυμία, μεθʼ ὧν μέλλουσι ποιεῖσθαι τοὺς ἀγῶνας πρὸς τὰς τῶν Ῥωμαίων δυνάμεις.

在所说的话中,最能鼓舞士气的是:首先,那些发出邀请并承诺共同参与对罗马战争的人,其实实在在地出现在了大家面前,其次,他们的承诺具有很高的可信度,即他们将引导军队通过一些绝不缺少必需物资的地方,从而迅速且安全地向意大利进军。除此之外,还有他们即将到达的土地之富饶与广阔,以及即将与他们并肩对抗罗马军队的那些人们所展现的热忱。

§3.44.9

οἱ μὲν οὖν Κελτοὶ τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν.

凯尔特人发表了上述讲话后便退场了。

§3.44.10

μετὰ δὲ τούτους εἰσελθὼν αὐτὸς πρῶτον μὲν τῶν προγεγενημένων πράξεων ἀνέμνησε τοὺς ὄχλους· ἐν αἷς ἔφη πολλοῖς αὐτοὺς καὶ παραβόλοις ἔργοις καὶ κινδύνοις ἐπικεχειρηκότας ἐν οὐδενὶ διεσφάλθαι, κατακολουθήσαντας τῇ ʼκείνου γνώμῃ καὶ συμβουλίᾳ.

在他们之后,汉尼拔亲自走上前去,首先让士兵们回忆起过去的战绩;他说,在这些战绩中,他们虽然承担了许多艰难危险的行动和危机,但只要顺从他的意图和建议,就从未遭受过失败。

§3.44.11

τούτοις δʼ ἑξῆς εὐθαρσεῖς εἶναι παρεκάλει, θεωροῦντας διότι τὸ μέγιστον ἤνυσται τῶν ἔργων, ἐπειδὴ τῆς τε τοῦ ποταμοῦ διαβάσεως κεκρατήκασι τῆς τε τῶν συμμάχων εὐνοίας καὶ προθυμίας αὐτόπται γεγόνασι.

紧接着,他勉励他们要充满信心,因为最艰难的任务已经完成,他们不仅成功渡过了大河,而且亲眼见证了同盟者的善意与热忱。

§3.44.12

διόπερ ᾤετο δεῖν περὶ μὲν τῶν κατὰ μέρος ῥᾳθυμεῖν, ὡς αὐτῷ μελόντων,3 πειθαρχοῦντας δὲ τοῖς παραγγέλμασιν ἄνδρας ἀγαθοὺς γίνεσθαι καὶ τῶν προγεγονότων ἔργων ἀξίους.

因此,他认为士兵们无需为具体细节操心,因为这些由他来负责,他们只需服从命令,做勇敢的人,并配得上过去的辉煌。

§3.44.13

τοῦ δὲ πλήθους ἐπισημαινομένου καὶ μεγάλην ὁρμὴν καὶ προθυμίαν ἐμφαίνοντος, ἐπαινέσας αὐτοὺς καὶ τοῖς θεοῖς ὑπὲρ ἁπάντων εὐξάμενος διαφῆκε, παραγγείλας θεραπεύειν σφᾶς καὶ παρασκευάζεσθαι μετὰ σπουδῆς, ὡς εἰς τὴν αὔριον ἀναζυγῆς ἐσομένης.

士兵们纷纷表示赞同,展现出极大的干劲和热忱,汉尼拔赞扬了他们,并为一切向神明祈祷后,解散了队伍,命令他们休整并加紧准备,因为明天就要启程。

语法注3 条
  1. 3.44.1ἅμα τῆς τε διαβάσεως καὶ τῶν ὑπεναντίων κεκρατηκὼς

    动词 κρατέω(控制、战胜)支配属格。在此处它同时支配 τῆς διαβάσεως 和 τῶν ὑπεναντίων,表示成功渡河并击退敌军。

  2. 3.44.3κατασκεψομένους

    该词为将来时分词阳性复数宾格,与主句动词 ἐξαπέστειλε 的宾语(骑兵们)一致,表目的(“为了侦察”)。

  3. 3.44.12ὡς αὐτῷ μελόντων

    这是伴随连词 ὡς 的属格独立分词结构,使用的是无人称动词 μέλει 的分词形式。连词 ὡς 表示主观原因(“既然这些事情将由他来操心”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.44.1-3.44.13