← 波利比奥斯

历史

§3.18.1-3.18.12

罗马军攻克迪马莱与进军法罗斯

德米特里为应对罗马进攻而强化了迪马莱并于法罗斯集结兵力,但罗马将领迅速攻克迪马莱并接受其他城市降伏,随后在法罗斯运用计策企图引诱敌军出战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18.1

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δημήτριος ἅμα τῷ συνεῖναι1 τὴν ἐπιβολὴν τῶν Ῥωμαίων παραυτίκα μὲν εἰς τὴν Διμάλην ἀξιόχρεων φρουρὰν εἰσέπεμψε καὶ τὰς ἁρμοζούσας ταύτης χορηγίας, ἐκ δὲ τῶν λοιπῶν πόλεων τοὺς μὲν ἀντιπολιτευομένους ἐπανείλετο, τοῖς δʼ αὑτοῦ φίλοις ἐνεχείρισε τὰς δυναστείας, αὐτὸς δʼ ἐκ τῶν ὑποτεταγμένων ἐπιλέξας τοὺς ἀνδρωδεστάτους ἑξακισχιλίους συνέστησε τούτους εἰς τὴν Φάρον.

与此同时,德米特里一察觉到罗马人的企图,便立即向迪马莱派去了一支充足的守备部队和相应的物资供应;至于其他城市,他铲除了反对自己的政敌,而将统治权交给了自己的朋友。而他自己则从属民中挑选了最强壮的六千人,将其集结在法罗斯。

§3.18.3

ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων ἀφικόμενος εἰς τὴν Ἰλλυρίδα μετὰ τῶν δυνάμεων καὶ θεωρῶν τοὺς ὑπεναντίους θαρροῦντας ἐπὶ τῇ τῆς Διμάλης ὀχυρότητι καὶ ταῖς παρασκευαῖς, ἔτι δὲ τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν,2 ταύτῃ πρῶτον ἐγχειρεῖν ἔκρινε, βουλόμενος καταπλήξασθαι τοὺς πολεμίους.

而罗马的将领率军抵达伊利里亚后,看到敌人因迪马莱的坚固和防备而信心十足,且该城还被认为是不可攻破的,他便决定首先攻打此地,企图以此震慑敌军。

§3.18.4

παρακαλέσας δὲ τοὺς κατὰ μέρος ἡγεμόνας καὶ προσαγαγὼν ἔργα κατὰ πλείους τόπους ἤρξατο πολιορκεῖν.

在鼓舞了各部指挥官之后,他在多处部署了攻城器械,开始进行围攻。

§3.18.5

λαβὼν δὲ κατὰ κράτος ἐν ἡμέραις ἑπτὰ παραχρῆμα πάντας ἥττησε ταῖς ψυχαῖς τοὺς ὑπεναντίους.

他在七天之内用武力攻克了该城,顿时在精神上挫败了所有敌人的斗志。

§3.18.6

διόπερ εὐθέως παρῆσαν ἐκ πασῶν τῶν πόλεων ἐπιτρέποντες καὶ διδόντες αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν.

因此,所有城市立刻派人前来,将自己托付并归顺于罗马人的信义之下。

§3.18.7

ὁ δὲ προσδεξάμενος ἑκάστους ἐπὶ ταῖς ἁρμοζούσαις ὁμολογίαις ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Φάρον ἐπʼ αὐτὸν τὸν Δημήτριον.

他在达成合适协议的条件下接受了各城市的投降,随后便乘船前往法罗斯,直指德米特里本人。

§3.18.8

πυνθανόμενος δὲ τήν τε πόλιν ὀχυρὰν εἶναι καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὴν ἡθροῖσθαι, πρὸς δὲ καὶ ταῖς χορηγίαις ἐξηρτῦσθαι καὶ ταῖς ἄλλαις παρασκευαῖς, ὑφεωρᾶτο μὴ δυσχερῆ καὶ πολυχρόνιον συμβῇ γενέσθαι τὴν πολιορκίαν.3

然而,当他获悉该城坚固,且聚集了大量精兵,此外还备有充足的物资和各项准备时,他担心围城战可能会变得艰难且持久。

§3.18.9

διὸ προορώμενος ἕκαστα τούτων ἐχρήσατο παρʼ αὐτὸν τὸν καιρὸν τοιῷδέ τινι γένει στρατηγήματος.

因此,在预见到所有这些情况后,他就在那一时刻采用了一种如下的策略。

§3.18.10

ποιησάμενος γὰρ τὸν ἐπίπλουν νυκτὸς ἐπὶ τὴν νῆσον παντὶ τῷ στρατεύματι τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως ἀπεβίβασεν εἴς τινας ὑλώδεις καὶ κοίλους τόπους, εἴκοσι δὲ ναυσὶν ἐπιγενομένης ἡμέρας ἔπλει προδήλως ἐπὶ τὸν ἔγγιστα τῆς πόλεως λιμένα.

他趁夜率领全军乘船前往该岛,将大部兵力在一些树木茂密且低凹的地方送上岸,天亮后,他带着二十艘船公开驶向离城市最近的港口。

§3.18.12

συνορῶντες δὲ τὰς ναῦς οἱ περὶ τὸν Δημήτριον καὶ καταφρονοῦντες τοῦ πλήθους ὥρμησαν ἐκ τῆς πόλεως ἐπὶ τὸν λιμένα, κωλύσοντες τὴν ἀπό4

德米特里及其随从看见这些船只,鄙视其数量稀少,便冲出城市前往港口,试图阻止他们登陆……

语法注4 条
  1. 3.18.1ἅμα τῷ συνεῖναι

    介词 ἅμα 与带冠词的不定式 τῷ συνεῖναι(συνίημι“理解、察觉”的不定过去时不定式)结合,表示“一……就……”的即时同时性。τὴν ἐπιβολήν 是该不定式的逻辑宾语。

  2. 3.18.3τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν

    这是受介词 ἐπί(由于、基于)支配的第三个与格成分。在带冠词的不定式 τῷ δοκεῖν 内部,嵌套了一个以 αὐτήν(指迪马莱)为逻辑主语的“对格+不定式”结构(αὐτὴν ... ὑπάρχειν)。

  3. 3.18.8ὑφεωρᾶτο μὴ δυσχερῆ καὶ πολυχρόνιον συμβῇ γενέσθαι τὴν πολιορκίαν

    由动词 ὑφεωρᾶτο(ὑφοράω“担忧、恐惧”的未完成过去时)引导的表示担忧的 μή 从句。在此,“对格+不定式”短语(τὴν πολιορκίαν ... γενέσθαι)作为 συμβῇ(συμβαίνω“发生、结果是”的虚拟式)的主语发挥作用。

  4. 3.18.12κωλύσοντες τὴν ἀπό

    将来时分词 κωλύσοντες 表示目的(“为了阻止”)。句尾的 ἀπό 意在表明抄本在此处残缺或中断,从上下文来看,这里被截断的词应为 ἀπόβασιν(登陆)等。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.18.1-3.18.12