← 波利比奥斯

历史

§28.1.1-28.1.9

叙利亚战争引发的两国使节与罗马元老院

随着柯里叙利亚战争的爆发,安条克国王和托勒密国王双方都向罗马派遣了使节,文中记述了元老院外交应对的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1.1

ὅτι1 τοῦ πολέμου τοῦ περὶ Κοίλης Συρίας ἤδη καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ2 τοῖς βασιλεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀντιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων.

关于在安条克和托勒密两位国王之间关于柯里叙利亚的战争已经爆发之际,来自安条克的使者米利亚格、索西法内斯和赫拉克里德,以及来自托勒密的使者提摩太和达蒙,来到了罗马之事。

§28.1.2

συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμάτων.

此时安条克正控制着柯里叙利亚和腓尼基的局势。

§28.1.3

ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπʼ ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν.

因为自从目前所说的这位国王的父亲安条克在帕尼翁附近的战役中击败了托勒密的将军们以来,从那时起,所有上述地方都臣服于叙利亚的国王们。

§28.1.4

διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν· ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ3 παρῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ οἷός τʼ ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων. διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον, ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος, οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς τῶν φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν4 τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις.

因此,一方面,安条克认为通过战争获得领土是最牢固、最体面的占有方式,因而像为了自己的私有财产一样倾注了热忱;而另一方面,托勒密认为先代安条克不义地利用他父亲幼年丧父的孤儿状态,夺取了他们柯里叙利亚的城市,因而无法向他让出这些地方。因此,米利亚格一行人前来了,他们带着指示,向元老院控诉托勒密违反一切正义,率先对他动了手;而提摩太一行人则是为了重建友好关系以及调解针对珀尔修斯的战争,但最主要的还是为了监视米利亚格一行人的涉外交涉而前来。

§28.1.8

περὶ μὲν οὖν τῆς διαλύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν.

因此,关于调解之事,因马尔库斯·埃米利乌斯给他们的建议,他们未敢提及;但对于重建友好关系一事,他们予以了更新,并得到了符合其诉求的答复,随后便返回了亚历山大里亚。

§28.1.9

τοῖς δὲ περὶ τὸν Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρκίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς Πτολεμαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας πίστεως. καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν. —

对米利亚格一行人,元老院答复称,将授权昆图斯·马尔基乌斯根据他自己的信义,以他认为有利的方式就这些事给托勒密写信。而这些事务在当时便如此处理了。 —

语法注4 条
  1. 28.1.1ὅτι

    这是历史摘要(Epitome)中特有的文首连词,引导名词性从句,以“关于……之事”的形式概要地呈现整个事实。

  2. 28.1.1Ἀντιόχῳ καὶ Πτολεμαίῳ

    在独立属格结构 τοῦ πολέμου ... λαβόντος 内部使用的关系与格(或称“影响与格”),表明战争的爆发是发生在“他们之间”或“对他们而言”的。

  3. 28.1.5τῇ τοῦ πατρὸς ὀρφανίᾳ

    分词 συνεπιθέμενον(利用、攻击)所要求的与格补足语,意为“利用他父亲幼年丧父的孤儿状态”。

  4. 28.1.7τοῦ διαλύειν

    带属格冠词的不定式(动名词用法),与 περί 共用,表目的(“为了调解”)。结构上修饰从 §28.1.5 末尾补出的主动词 ἧκον。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.1.1-28.1.9