← 波利比奥斯

历史

§27.7.1-27.7.16

罗得斯围绕向罗马派船一事的激辩

盖乌斯要求派船的信函送达罗得斯,引发了亲罗马派与以戴农为首的反罗马派之间的激烈辩论。最终,在斯特拉托克利斯的引导下,派遣船只的决议获得通过并得以实施。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.7.1

ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς1 τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει.

盖乌斯在仍停泊于凯法利尼亚附近时,向罗得斯人寄去了一封关于派遣船只的信函,并将该信托付给一个名叫苏格拉底的体育教师。

§27.7.2

παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον, Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν ἕκμηνον, καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου, μηδεμίαν πρόφασιν ποιουμένους.

信函送达罗得斯时,正值斯特拉托克利斯担任后半年的普里塔尼斯,在提出议案进行审议时,阿加塔盖图斯、罗多丰、阿斯蒂梅德斯等人及其党派,以及其他许多人,都认为应该毫不找借口地立即派出船只,从战争一开始就予以配合。

§27.7.4

οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προθέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον ἤρξαντο λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν.

然而,戴农和波里亚拉图斯等人本来就对先前对罗马人表现出的友好举措感到不满,此时他们借口埃乌梅内斯国王之事,开始动摇大众的决心。

§27.7.5

ὑπαρχούσης2 γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δʼ ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπʼ Εὐμένει ταττομένων·

因为罗得斯人对埃乌梅内斯早就怀有猜疑和不和。这起因于很久以前对抗法尔纳克斯的战争,当时埃乌梅内斯国王为了阻止船只驶入黑海而停泊在赫勒斯滂海峡的入口处,罗得斯人遏制了他的行动并予以阻碍;而在稍早前,因吕基亚事务,双方的不和再次加剧,起因是恰好位于罗得斯属地佩莱亚边缘的一些堡垒和土地,不断受到埃乌梅内斯部下的骚扰。

§27.7.7

ἐκ πάντων δὴ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ λεγόμενον κατὰ τοῦ βασιλέως.

由于这一切,他们对于任何针对该国王的指责都极易听信。

§27.7.8

διὸ ταύτης ἐπιλαβόμενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν, ἀλλὰ παρʼ Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγκαίας.

因此,戴农等人抓住这个借口诋毁这封信,声称它并非来自罗马人,而是来自埃乌梅内斯,因为他企图通过各种方式将他们拉入战争,并让民众承担不必要的开支和苦难。

§27.7.9

καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν [ἀλείπτην τινὰ καὶ] τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων. ἔλεγον δὲ ταῦτα, καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλʼ ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς.

他们还拿出证据来证实自己的断言,即送信来的是[一个体育教师和]这样的人,而罗马人并没有这种习惯,反而在处理此类事务时,总是怀着极大的热忱并派遣正式使节。他们之所以这样说,虽然深知这封信确实是卢克里修斯所写,但他们希望教唆大众不要轻易为罗马人做任何事,而是在一切事情上制造障碍,并提供产生摩擦和不满的借口。

§27.7.11

ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθʼ ὅσον οἷοί τʼ ἦσαν.

因为他们的目的在于使民众疏远对罗马人的好感,并尽可能让他们卷入与珀尔修斯的友谊之中。

§27.7.12

συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως.3

发生上述情况是因为前述之人与珀尔修斯关系亲密,波里亚拉图斯为人傲慢且虚荣,已使自己的财产负债累累,而戴农贪婪且大胆,从一开始就企图通过统治者和国王们的资助来重整家业,因而与他们结交。

§27.7.13

ἐφʼ οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπʼ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων.

对此,普里塔尼斯斯特拉托克利斯站了出来,发表了许多针对珀尔修斯的指责,以及许多有利于罗马人的言论,敦促大众通过关于派遣船只的法令。

§27.7.14

καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπʼ αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφʼ ἧς ἄρχων ἐπέπλει Τιμαγόρας.4 ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος.

于是,他们立即装备了六艘四层桨船,将其中五艘派往哈尔基斯,任命提马戈拉斯为指挥官,另一艘则派往特涅多斯,由其指挥官随船航行的提马戈拉斯。他在特涅多斯截获了被珀尔修斯派往安条克的狄奥法内斯,虽然没能捕获他本人,但控制了他的船员。

§27.7.16

ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. —

而卢克里修斯在热情接待了所有从海上抵达的盟友后,免除了他们的服役,声称局势已不需要海上的协助。

语法注4 条
  1. 27.7.1συνθεὶς

    分词 συνθεὶς(源自 συντίθημι)字面意思为“撰写”或“拟定”,但在此上下文中,它蕴含了将信件托付给体育教师苏格拉底并寄出的含义。

  2. 27.7.5ὑπαρχούσης

    由此开始的属格独立结构与 §27.7.6 中由 ἀναξαινομένης 开始的另一个属格独立结构呈并列关系,共同解释了罗得斯人对埃乌梅内斯产生宿怨及近期不和的两个原因。这两者随后在 §27.7.7 中通过 ἐκ πάντων δὴ τούτων(由于这一切)与主句相连。

  3. 27.7.12τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως

    名词 ἐπανόρθωσις(整顿、恢复)在此处起到了宾格性属格的作用,指戴农企图依靠从外部统治者和国王那里获得的资金和援助来“重整”自己困窘的家业。

  4. 27.7.15Τιμαγόρας

    虽然是 §27.7.14 末尾 ἄρχων ἐπέπλει 的主语,但人名 Τιμαγόρας 跨越分节边界被置于 §27.7.15 的开头,以便直接充当关系代词 ὃς 的先行词。这一不寻常的语序排列起到了强调作用,向读者突出了在两个不同的行动中均出现了同名指挥官这一事实。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.7.1-27.7.16