- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.38.1-21.38.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
加拉太酋长的妻子希奥玛拉被罗马百夫长俘虏并凌辱,但在交付赎金时她成功复仇,并将百夫长的首级带回给丈夫。波里比乌斯后来在萨尔迪斯与她相遇,并对其高贵的气节和智慧深表赞叹。
Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον γενέσθαι1 μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥωμαῖοι καὶ Γνάιος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας.
当罗马人和格奈乌斯在战斗中击败亚洲的加拉太人时,奥尔蒂阿贡的妻子希奥玛拉与其他妇女一同沦为了俘虏。
ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς2 καὶ κατῄσχυνεν.
俘获她的军团护民官以军人的粗野方式利用了她的处境,玷污了她。
ἦν δʼ ἄρα3 καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἀμαθὴς καὶ ἀκρατὴς ἄνθρωπος, ἡττήθη δʼ ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς ἦγεν αὐτὴν ἀπολυτρώσων,4 ποταμοῦ τινος ἐν μέσῳ διείργοντος.
原来,他是一个对享乐和金钱都毫无教养且无法自制的人,但尽管如此,他还是屈服于贪财之心;在为该妇女达成了巨额黄金的赎金协议后,他便将她带去释放,其间有一条河流相隔。
ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον,5 ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα τοῖς κόλποις ἀπήλαυνεν.
当渡河而来的加拉太人交出黄金并接回希奥玛拉时,她用眼神示意,命令其中一人斩杀那个正在向她告别并示好的罗马人。那人听从命令并砍下了他的头颅,她便将头颅拾起,裹在衣襟里,骑马离去。
ὡς δʼ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος "ὦ γύναι, καλὸν ἡ πίστις" "ναί", εἶπεν "ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον6".
当她回到丈夫身边,将头颅扔在他面前时,丈夫惊异地说道:“妻子啊,贞洁是美好的。”她回答道:“是的,但让与我交合过的男人中只有一个人还活着,这更为美好。”
ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν. —
波里比乌斯说,他在萨尔迪斯曾与这位妇女交谈,并对她的高贵气节和聪慧深表赞叹。 —
- 21.38.1συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον γενέσθαι
无人称动词 συνέβη 后接宾格加不定式结构(Χιομάραν... γενέσθαι),意为“希奥玛拉沦为俘虏之事发生了”。τὴν Ὀρτιάγοντος 使用属格表示关系,意为“奥尔蒂阿贡的(妻子)”。
- 21.38.2ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς
字面意思是“以军人的方式利用了这一处境”。在文脉中,这是一种委婉说法,指他利用希奥玛拉作为俘虏的无助处境,以军人的粗野和暴力玷污了她。
- 21.38.3ἦν δʼ ἄρα
语气词 ἄρα 表示发现了先前未意识到的事实或出乎意料的真相,带有“原来”、“实际上是”的语气。
- 21.38.3ἀπολυτρώσων
动词 ἄγω(此处为未完成过去时 ἦγεν)的将来时主动分词,表示目的(“为了赎回/释放她”)。
- 21.38.4ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον
现在分词的宾格形式,修饰前面的 τὸν Ῥωμαῖον。这表明在希奥玛拉下达斩杀命令的瞬间,那个罗马人正忙于向她告别并示好。
- 21.38.6ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον
宾格加不定式从句,作为比较级 κάλλιον 的主语。ἕνα μόνον 是不定式 ζῆν 的逻辑主语,并由现在完成时中被动分词 συγγεγενημένον(源自 συγγίγνομαι,意为“与之交合”)修饰。意为“与我交合过的男人中只有一个人(即丈夫)还活着”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
