- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.61.1-2.61.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
波利比乌斯批评历史学家菲拉科斯,指责其夸大曼提尼亚人的灾难,却完全忽视了美加洛波利斯人的高尚行为以及他们对盟友的忠诚。
χωρίς τε τούτων τὰς μὲν Μαντινέων ἡμῖν συμφορὰς μετʼ αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο, δῆλον ὅτι καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι τὰς παρανόμους τῶν πράξεων ἐπισημαίνεσθαι, τῆς δὲ Μεγαλοπολιτῶν γενναιότητος, ᾗ περὶ τοὺς αὐτοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιήσατο μνήμην, ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι, ἢ τοὺς ἐντυγχάνοντας τοῖς ὑπομνήμασιν ἧττόν τι διορθουμένους1 ὑπὸ τῶν σπουδαίων καὶ ζηλωτῶν ἔργων ἤπερ ὑπὸ τῶν παρανόμων καὶ φευκτῶν πράξεων.
除了这些,他还以夸张和富有渲染力的手法向我们叙述了曼提尼亚人的灾难,这显然是因为他认为指出违法行为是历史学家的本分。然而,对于美加洛波利斯人在同一时期所表现出的高尚气节,他却未提一字。就好像历数当事者的过错比指出优美正义的事迹更契合历史,又或者好像读者阅读其著作时,受到高尚且值得效法的事迹的匡正,要少于受到违法和应予规避之行为的匡正似的。
ὁ δὲ πῶς μὲν ἔλαβε Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας ἐξαπέστειλε παραχρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην γραμματοφόρους, ἀξιῶν αὐτοὺς ἀβλαβῆ κομισαμένους τὴν ἑαυτῶν πατρίδα κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε, βουλόμενος ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετριότητα πρὸς τοὺς πολεμίους.
另一方面,关于克利奥米尼如何占领了这座城市,以及他如何将其完好无损地保存下来,并立即向身处美塞尼亚的美加洛波利斯人派遣信使,要求他们无损地领回自己的祖国并参与他的事业,这些他确实向我们说明了,其用意是想展示克利奥米尼对待敌人的宽宏大量与温和克制。
ἔτι δὲ πῶς οἱ Μεγαλοπολῖται τῆς ἐπιστολῆς ἀναγινωσκομένης οὐκ ἐάσαιεν εἰς τέλος ἀναγνωσθῆναι, μικροῦ δὲ καταλεύσαιεν2 τοὺς γραμματοφόρους, ἕως τούτου διεσάφησε. τὸ δʼ ἀκόλουθον καὶ τὸ τῆς ἱστορίας ἴδιον ἀφεῖλεν, τὸν ἔπαινον καὶ τὴν ἐπʼ ἀγαθῷ μνήμην τῶν ἀξιολόγων προαιρέσεων.
此外,他还交代了美加洛波利斯人在信件宣读时,如何不让其读完,甚至几乎要将信使乱石砸死,他解释到了这一步。然而,他却删去了接下来的事情以及历史所特有的功能,即对那些值得称道的决择的赞美和对其优良事迹的记叙。
καίτοι γʼ ἐμποδὼν ἦν. εἰ γὰρ τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας πόλεμον ὑπὲρ φίλων καὶ συμμάχων ἄνδρας ἀγαθοὺς νομίζομεν, τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορκίαν ἀναδεξαμένοις3 οὐ μόνον ἔπαινον, ἀλλὰ καὶ χάριτας καὶ δωρεὰς τὰς μεγίστας ἀπονέμομεν, τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν; ἆρʼ οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην;
然而,这本是显而易见的。因为,如果我们认为那些仅在言语和决议上为朋友和盟友承受战争的人是善人,而对那些同时承受了土地被毁和围城之苦的人,我们不仅给予赞美,还给予最大的感激和奖赏,那么我们对美加洛波利斯人应该抱有怎样的看法呢?难道不应当是最崇高和最赞许的吗?
οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πάλιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς τοὺς Ἀχαιοὺς αἵρεσιν, τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάντων συλλήβδην τῶν ἐν ἀνθρώποις ἀναγκαιοτάτων χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους πίστιν.
他们首先将土地让给了克利奥米尼,在此之后,又因选择与阿开亚人结盟而彻底失去了祖国。而到了最后,在出乎意料且令人难以置信地获得无损收回祖国的机会时,他们宁可失去土地、坟墓、神殿、祖国、财产,简而言之,宁可失去人间一切最必需的事物,也不愿背叛对盟友的信义。
οὗ τί κάλλιον ἔργον ἢ γέγονεν ἢ γένοιτʼ ἄν; ἐπὶ τί δʼ ἂν μᾶλλον συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δʼ ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος, τυφλώττων, ὥς γʼ ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων.
比这更优美的行为,何曾发生过,又何尝可能发生呢?历史学家还有什么能更吸引听众的注意呢?还有什么行为能更促使人们去守护信义,去参与真诚和稳固的共同事业呢?对于这些,菲拉科斯却未置一词,在我看来,他对于历史学家最应当记录的那些最优秀的行为,显然是视而不见的。
- 2.61.3ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον ... ἢ τοὺς ἐντυγχάνοντας ... ἧττόν τι διορθουμένους
连词 ὥσπερ(仿佛、好像)引导了两个不同形式的分词结构。前半部分的 ὑπάρχον 是中性单数宾格分词,与冠词不定式 τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι 构成宾格绝对结构(或属格绝对的变体)。后半部分的 διορθουμένους 是阳性复数宾格分词,修饰其前的 τοὺς ἐντυγχάνοντας(读者)。这两者并列,用以表达“仿佛……,又或者仿佛……”的假设对比。
- 2.61.5μικροῦ δὲ καταλεύσαιεν
属格 μικροῦ(源自 μικροῦ δεῖν)是表示“几乎”、“差一点就……”的惯用副词性表达。动词 καταλεύσαιεν(过去时无定语气第三人称复数)在由 πῶς 引导的间接疑问句中,由于主句动词 διεσάφησε 为历史时态,因而采用了选择语气(希求法),在直接引语中对应直说过去时。
- 2.61.7τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας ... τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορκίαν ἀναδεξαμένοις
在由 εἰ γάρ... 引导的条件从句中,前半部分 τοὺς ... ὑπομείναντας(宾格)作动词 νομίζομεν 的宾语(“视……为善人”),而后半部分 τοῖς ... ἀναδεξαμένοις(与格)则作动词 ἀπονέμομεν, 的间接宾语(“向……授予”),形成了句法上的非对称性对比。
